Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.296
Not analysed yet
σπόρον, ὅτι λελευκάνθισται μὲν ὡς ἐπὶ τὴν ἅλω βαδιούμενος ἤδη, καλεῖ δὲ λοιπὸν ἐφ' ἑαυτῷ τὸν ἀμητῆρα σίδηρον. ἀπὸ δὲ τῆς ὁμοιότητος τῶν ἐν ἱστορίᾳ πραγμάτων θεωρήσεις τὸ δηλούμενον· σπόρον μὲν γὰρ νοήσεις τὸν νοητὸν καὶ πληθὺν ἀσταχύων πνευματικῶν, τοὺς διὰ τῆς τῶν προφητῶν προγεωργηθέντας φωνῆς εἰς τὴν μέλλουσαν ἀναδειχθήσεσθαι πίστιν διὰ Χριστοῦ· λευκαίνεται δὲ πέπειρός τε καὶ ἕτοιμος ἤδη πρὸς τὸ πιστεύειν γεγενημένος καὶ συμπεπηγμένος εἰς εὐλάβειαν. ὁ δὲ τοῦ θερίζοντος σίδηρος, ὁ λαμπρός τε ἐστὶ καὶ τομώτατος τῶν ἀποστόλων λόγος, τῆς μὲν κατὰ νόμον λατρείας ἀποκείρων τοὺς ἀκροωμένους, ἐπὶ δὲ τὴν ἅλω μετατιθεὶς, τουτέστιν, ἐπὶ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· ἔνθα δὴ τριβόμενοί τε καὶ πόνοις ἀγαθοῖς ἐνθλιβόμενοι, καθαρὸς ἀποδειχθήσονται σῖτος τῆς τοῦ συνάγοντος ἀποθήκης ἐπάξιος. Ἤδη ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. ἐν γὰρ τούτῳ ὁ λόγος ἀληθινός ἐστιν, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. Λόγου, φησὶν, ὁ καιρὸς τοῦ καλοῦντος εἰς πίστιν, καὶ τῶν νομικῶν τε καὶ προφητικῶν κηρυγμάτων τὴν εἰς τέλος ἄφιξιν τοῖς ἀκροωμένοις ἐπιδεικνύοντος. ὁ μὲν γὰρ νόμος, ὡς ἐν σκιαῖς ταῖς ἐν τύπῳ λατρείαις, προεδήλου τὸν ἀφιξόμενον, τουτέστι Χριστόν· προφῆται δὲ μετ' αὐτὸν, τοὺς παρὰ τοῦ Πνεύματος διαπορθμεύοντες λόγους "μικρὸν ὅσον "ὅσον" καὶ ὡς ἤδη παρεσόμενόν τε καὶ ἥξοντα προεμήνυον. ἐπειδὴ δὲ εἴσω βέβηκε θυρῶν, οὐκ εἰς ἐλπίδα μακρὰν ἀναθήσει τὸ προσδοκηθὲν τῶν ἀποστόλων ὁ λόγος, ἀλλ' ἤδη παρὸν ἐπιδείξει· καὶ θεριεῖ μὲν ἐκ νομικῆς λατρείας τοὺς ἔτι