Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.308
Not analysed yet
κολυμβήθρας τὸ ὕδωρ οὐκ ἐν ἑτέρῳ συνεταράττετο καιρῷ, τὴν τῶν ἁγίων ἀγγέλων εἰς ἑαυτὸ σημαῖνον διὰ τούτου καταδρομήν. οὐκ ἔχων τοιγαροῦν ὁ παράλυτος τὸν εἰς τὸ ὕδωρ ἐξακοντίζοντα, μετὰ τοῦ συνέχοντος πάθους, καὶ τὴν τῶν θεραπευόντων ἐρημίαν ἐθρήνει λέγων Ἄνθρωπον οὐκ ἔχω, τὸν εἰς τὸ ὕδωρ κατακομίζοντα δηλαδή. τοῦτο γὰρ πάντως ἐρεῖν τε καὶ συμβουλεύειν αὐτῷ προσεδόκησε τὸν Ἰησοῦν. Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράββατον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Θεοπρεπὲς τὸ ἐπίταγμα, καὶ τῆς ὑπὲρ ἄνθρωπον δυνάμεώς τε καὶ ἐξουσίας ἐναργεστάτην ἔχον τὴν ἀπόδειξιν. οὐ γὰρ ἐπεύχεται τῷ κειμένῳ τῆς ἀῤῥωστίας τὴν λύσιν, ἵνα μὴ κατά τινας φαίνοιτο καὶ αὐτὸς τῶν ἁγίων προφητῶν, ἀλλ' ὡς τῶν δυνάμεων Κύριος ἐξουσιαστικῶς ἐπιτάττει γενέσθαι· χαίροντα μὲν οἴκαδε βαδίζειν εἰπὼν, ἐπωμάδιον δὲ ποιεῖσθαι τὸ κλινίδιον, ὑπόμνημα τῆς τοῦ θεραπεύσαντος ἰσχύος τοῖς ὁρῶσιν ἐσόμενον. πράττει δὲ παραχρῆμα τὸ προσταχθὲν ὁ νοσῶν, καὶ δι' ὑπακοῆς καὶ πίστεως τὴν τριπόθητον ἑαυτῷ πραγματεύεται χάριν. ἐπειδὴ δὲ διὰ τῶν προλαβόντων εἰς εἰκόνα καὶ τύπον τῆς τῶν Ἰουδαίων πληθύος αὐτὸν εἰσηγάγομεν, ὡς μελλούσης ἐν ὑστέροις θεραπεύεσθαι καιροῖς· φέρε δή τι πάλιν ἐπινοήσωμεν ταῖς εἰς τοῦτο συμβαῖνον ἐννοίαις ἀναλόγως τοῖς προεξητασμένοις. Ἐν σαββάτῳ τὸν ἄνθρωπον ὑγιάζει Χριστὸς, ὑγιασθέντα δὲ παραχρῆμα, τὴν νομικὴν ἐπιτάττει παραλύειν συνήθειαν, περιπατεῖν ἀναπείθων ἐν σαββάτῳ, καὶ τοῦτο τῷ κλινιδίῳ πεφορτισμένον, καίτοι διαῤῥήδην βοῶντος τοῦ Θεοῦ δι' ἑνός που τῶν ἁγίων προφητῶν "Καὶ οὐκ ἐξοίσετε βαστάγματα