Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.309
Not analysed yet
"ἐξ οἰκιῶν ὑμῶν τῇ ἡμέρᾳ τοῦ σαββάτου·" καὶ οὐ δήπου φήσειεν ἄν τις, ὅς γε σωφρονοίη, καταφρονητήν τινα καὶ ἐξήνιον τῶν θείων ἐνταλμάτων ἀποτελεῖσθαι τὸν ἄνθρωπον, ἀλλ' ὡς ἐν τύπῳ τοῖς Ἰουδαίοις φανερὸν ἐποίει Χριστὸς, ὅτι θεραπευθήσονται μὲν δι' ὑπακοῆς καὶ πίστεως ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· τοῦτο γὰρ οἶμαι τό Σάββατον ὑποδηλοῦν, τελευταίαν οὖσαν τῆς ἑβδομάδος ἡμέραν· κομισαμένους δὲ ἅπαξ τὴν διὰ πίστεως θεραπείαν, καὶ εἰς καινότητα μεταῤῥυθμισθέντας ζωῆς, τὴν μὲν τοῦ νομικοῦ γράμματος παλαιότητα παρ' οὐδὲν ἀνάγκη ποιεῖσθαι, παραιτεῖσθαι δὲ τὴν ὡς ἐν σκιαῖς αἰνιγματώδη λατρείαν καὶ τῆς Ἰουδαϊκῆς συνηθείας τὴν εἰκαίαν ἐπιτήρησιν. ἐντεῦθεν οἶμαι λαβόντα τοῦ λόγου τὰς ἀφορμὰς καὶ τὸν μακάριον ἐπιστεῖλαι Παῦλον τοῖς μετὰ τὴν πίστιν παλινδρομοῦσιν ἐπὶ τὸν νόμον "Λέγω δὲ ὑμῖν "ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει," καὶ πάλιν "Κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαι"οῦσθε, τῆς χάριτος ἐξεπέσατε." Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ Σάββατόν ἐστι· καὶ οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου. Ἐπικαιρότατον οἶμαι βοᾶν ἐπὶ τούτοις "Ἰδοὺ λαὸς μωρὸς "καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσι." τί γὰρ ἂν γένοιτο τῶν τοιούτων ἀπαιδευτότερον, ἢ τί πρὸς ἀναισθησίαν τὸ μεῖζον; τὸ μὲν γὰρ ὅτι προσήκοι θαυμάζειν αὐτοὺς τὴν τοῦ θεραπεύσαντος δύναμιν οὐ δέχονται κατὰ νοῦν· πικροὶ δὲ ὄντες ἐπιτιμηταὶ, καὶ μόνον εἰδότες τοῦτο καλῶς, παρανομίας ἐγκλήματι περιβάλλουσι τὸν ἄρτι καὶ μόγις τῆς μακρᾶς ἀνακύψαντα νόσου, κεῖσθαι δὲ πάλιν ἐπιτάττουσιν ἀμαθῶς, ὡς καὶ ἐν τῷ χρῆναι νοσεῖν τῆς εἰς τὸ σάββατον πληρουμένης τιμῆς.