Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.310
Not analysed yet
Ὁ δὲ ἀπεκρίθη αὐτοῖς Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. ἠρώτησαν οὖν αὐτόν. Σοφωτάτην ὁ λόγος ὠδίνει τὴν ἔννοιαν, καὶ τῆς Ἰουδαίων δυστροπίας ἀποκρουστικήν. ἐπειδὴ γὰρ οὐκ ἔξεστιν ἐν σαββάτῳ, φησὶν, οἴκαδε τὴν κλίνην ἑλόντα βαδίζειν, παρανομίας τῷ τεθεραπευμένῳ ῥάπτοντες γραφὴν, ἀναγκαίως αὐτοῖς γοργοτέραν ἀντεξάγει τὴν ἀπολογίαν, ἐκεῖνον αὐτῷ περιπατεῖν ἐντέλλεσθαι λέγων, ὃς καὶ τῆς ὑγείας ἀνεδείχθη δοτὴρ, μόνον δὲ οὐχὶ τοιοῦτόν τι φησίν Ἀξιολογώτατον, ὦ οὗτοι, φημὶ πρὸς τὸ χρῆναι τιμᾶσθαι, κἂν λυπεῖν ἐπιτάττει τὰς τοῦ σαββάτου τιμὰς, τὸν ᾧ τοσαύτη πρόσεστιν ἰσχύς τε καὶ χάρις; ὡς τὴν ἐμὴν ἐξελάσαι νόσον. εἰ γὰρ τοῦ τυχόντος ἐστὶ τὸ ἐν τούτοις διαπρέπειν ἀλλότριον, ἁρμόσει δὲ μᾶλλον ἐνεργείᾳ καὶ δυνάμει θεοπρεπεῖ, πῶς ἂν ἁμάρτοι, φησὶν, ὁ τούτων ἐργάτης; ἢ πῶς ἂν οὐ πάντως τὰ κεχαρισμένα Θεῷ συμβουλεύσειεν ὁ θεοπρεπῆ τὴν δύναμιν ἔχων; τρέφει τοίνυν ἐν ἑαυτῷ πικρὰν ὁ λόγος τὴν ἔμφασιν. Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει; ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ. Ἄπληστος εἰς μιαιφονίαν τῶν Ἰουδαίων ὁ νοῦς. διερευνῶσι τὸν ἐπιτάξαντα, συνεπιπλέκειν αὐτὸν τῷ παραδόξως ὑγιασθέντι βουλευόμενοι· μόνος γὰρ, ὡς εἰκὸς, κινδυνεύων ἐλύπει διὰ τὸ σάββατον, ὁ βρόχους ἄρτι καὶ παγίδας ἀφύκτους διαδραμὼν, καὶ αὐτῶν ἐξειλκυσμένος τῶν τοῦ θανάτου πυλῶν· εἰπεῖν δὲ τὸν ἰατρόν. καίτοι σφόδρα φιλοπευστοῦσιν οὐκ ἔχει, καλῶς τε καὶ οἰκονομικῶς κατακρύψαντος ἑαυτὸν