Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.316
Not analysed yet
ἄνθρωπος ὢν ἀσχάλλοντες. οὐ γὰρ ᾔδεσάν πω τὸν ἐν δούλου μορφῇ δι' ἡμᾶς γεγονότα Θεὸν Λόγον, τὴν ἐκ Θεοῦ Πατρὸς ἀναβρύουσαν ζωὴν, τουτέστι τὸν Μονογενῆ, ᾧ δὴ καὶ μόνῳ κυρίως τε καὶ ἀληθῶς ἐπιγράφεταί τε καὶ ἔστι πατὴρ ὁ Θεὸς, ἡμῖν δὲ οὐκέτι· θετοὶ γὰρ ἡμεῖς, εἰς τὸ ὑπὲρ φύσιν ἀξίωμα διὰ τὴν τοῦ τιμήσαντος θέλησιν ἀναβαίνοντες, καὶ τὸ θεοὶ καὶ υἱοὶ καλεῖσθαι κερδαίνοντες διὰ τὸν ἐν ἡμῖν ἐνοικοῦντα Χριστὸν διὰ τοῦ Ἁγίου Πνεύματος. εἰς τὴν σάρκα τοιγαροῦν ἀφορῶντες μόνην, τὸν δὲ ἐν τῇ σαρκὶ κατοικοῦντα Θεὸν οὐκ ἐπιγινώσκοντες, οὐκ ἀνέχονται πρὸς τὸ ὑπερέκεινα τῆς ἀνθρώπου φύσεως ἀναπηδῶντος μέτρον, διὰ τοῦ πατέρα λέγειν ἑαυτοῦ τὸν Θεόν· τῷ γὰρ εἰπεῖν "Ὁ "Πατήρ μου," ταύτην ἂν εἰκότως εἰσφέροι τὴν ἔννοιαν· οἴονται δὲ δεῖν τὸν ᾧπέρ ἐστιν ἰδιαζόντως πατὴρ ὁ Θεὸς, ἴσον εἶναι κατὰ φύσιν αὐτῷ, τοῦτο δὴ μόνον νοοῦντες ὀρθῶς· ἔχει γὰρ οὕτως, καὶ οὐχ ἑτέρως. ὡς οὖν καὶ ταύτην τοῦ λόγου τὴν ἔννοιαν παρεισάγοντος, ἀγανακτοῦσι μειζόνως τὸν ὀρθὸν τῆς ἀληθείας ἐκτρεπόμενοι λόγον.