Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.33
Not analysed yet
Παύλῳ "Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία." εἴρηται δὲ πάλιν καὶ φῶς αὐτοῦ καὶ ἀλήθεια, κατὰ τὸ ἐν ψαλμοῖς ὑπὸ τοῦ τῶν ἁγίων μελῳδούμενον "Ἐξαπόστειλον τὸ φῶς "σου καὶ τὴν ἀλήθειάν σου." εἴρηται καὶ δικαιοσύνη, κατὰ τό "Ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με·" ζωοποιεῖ γὰρ ὁ Πατὴρ ἐν Χριστῷ τοὺς πιστεύοντας εἰς αὐτόν· ὠνόμασται καὶ βουλὴ τοῦ Πατρὸς, κατὰ τὸ εἰρημένον "Ἐν τῇ βουλῇ "σου ὡδήγησάς με," καὶ πάλιν "Ἡ δὲ βουλὴ τοῦ Κυρίου "εἰς τὸν αἰῶνα μένει." ὅτε τοίνυν ταῦτα πάντα ἐστὶν ὁ Υἱὸς τῷ Θεῷ καὶ Πατρὶ, λεγέτωσαν ἡμῖν οἱ τὴν Ἀρείου κολακεύοντες πλάνην καὶ τῆς ἐκείνου παρανοίας ἀναπεπλησμένοι, πῶς ἐστιν ἐλάττων αὐτοῦ. ὥρα γὰρ λέγειν, εἴπερ οὕτως ἔχοι κατ' αὐτοὺς, ὅτι περ οὐ τελείως ἐστὶ σοφὸς ὁ Πατὴρ, οὐ τελείως δυνατὸς, οὐ τελείως φῶς, οὐ τελείως ἀλήθεια, οὐ τελείως δίκαιος, ἀλλ' οὐδὲ τέλειος ἐν βουλῇ, εἴπερ ὄντως διὰ τὸ ἔλαττον ἔχειν, οὐ φανεῖται τέλειος ὁ Υἱὸς, ὃς πάντα ταῦτά ἐστιν αὐτῷ. ἀλλὰ μὴν τὸ οὕτω φρονεῖν ἢ λέγειν δυσσεβές· τέλειος δὲ ὁ Πατὴρ διὰ τὸ πάντα ἔχειν ἐν ἑαυτῷ τελείως· τέλειος ἄρα δηλονότι καὶ ὁ Υἱὸς, ἡ σοφία καὶ ἡ δύναμις, τὸ φῶς καὶ ἡ ἀλήθεια, ἡ δικαιοσύνη καὶ ἡ βουλὴ τοῦ Πατρός. ὁ δὲ τὴν ἐν τῷ οἰκείῳ γεννήτορι τελειότητα πληρῶν, πῶς ἂν ἐλάττων νοοῖτο; Ἄλλο. Εἰ τὸ ἔλαττον ἔχων ὁ Υἱὸς ὡς πρὸς Θεὸν καὶ Πατέρα, προσκυνεῖται παρά τε ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων, δύο λατρεύοντες ἁλωσόμεθα θεοὺς, εἴπερ οὐδαμόθεν εἰς ταυτότητα φύσεως ἀναβήσεται τῷ τελείῳ τὸ μὴ οὕτως ἔχον· πολλὴ δέ τις ἐστὶν ἡ διαφορὰ τὰ μὴ ὡσαύτως ἔχοντα κατὰ τὸν τῆς φύσεως λόγον εἰς ἀλλοτριότητα διατέμνουσα. ἀλλ' οὐκ εἰς πολύθεον ἀριθμὸν ἡ πίστις, εἷς δὲ Θεὸς καὶ ὁ Πατὴρ, ἀναβαίνοντος εἰς ἑνότητα τὴν πρὸς αὐτὸν τοῦ Υἱοῦ, δῆλον δὲ ὅτι καὶ τοῦ Ἁγίου Πνεύματος· οὐδὲν ἄρα τὸ κατηγόρημα