Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.322
Not analysed yet
ὄντως ὄντα Θεὸν τῆς ἁγίας νομοθετούσης ἡμῖν γραφῆς; "Κύριον γὰρ τὸν Θεόν σου φησὶ, προσκυνήσεις, καὶ αὐτῷ "μόνῳ λατρεύσεις." ἀλλ' οὐκ ἂν ἀπεσφάλη τοῦ πρέποντος ἡ ἁγία μάλιστα τῶν ἀγγέλων πληθὺς, προσκυνεῖ δὲ τὸν Υἱὸν καὶ λατρεύει μεθ' ἡμῶν, κατὰ φύσιν ὄντα Θεὸν ἐπιγινώσκουσα, καὶ οὐ διδακτῶς, ὡς ἐκεῖνοι ληροῦντές φασιν· οὐ γὰρ αἰσθάνονται, κατὰ τὸ εἰκὸς, ὅσοις ἐντεῦθεν περιπεσοῦνται τοῖς ἀτοπήμασι. πρῶτον μὲν γὰρ ὁ Υἱὸς ἀλλοίωσίν τε καὶ τροπὴν τὴν ἐπὶ τὸ μεῖζον ὡς ἐξ ἐλάττονος ἐπιδέξεται, καίτοι διὰ τοῦ προφήτου λέγων αὐτός "Ἴδετε, ἴδετε ὅτι ἐγώ "εἰμι, καὶ οὐκ ἠλλοίωμαι·" διαψεύσεται δὲ πάντως καὶ ὁ ψαλμῳδὸς ἐν πνεύματι, "Σὺ δὲ ὁ αὐτὸς εἶ," βοῶν πρὸς τὸν Υἱόν. περιμένει γὰρ, ὡς ἐκεῖνοί φασιν, ἐνεργοῦντα τὸν Πατέρα περί τι τῶν ὄντων, οἱονεὶ καθηγητήν τινα καὶ διδάσκαλον, ἵνα θεωρήσας γένηται μιμητής· εἶτα πῶς ὁ τοιοῦτος οὐκ ἄν τῳ δόξαι λοιπὸν ἐξ ἀγνοίας τῆς τινῶν ἀναβαίνειν εἰς γνῶσιν, καὶ ἀπὸ τοῦ χείρονος μετατρέπεσθαι πρὸς τὸ ἄμεινον, εἴπερ εἶναι λογιούμεθα τὸ εἰδέναι τι τῶν ἀγαθῶν τοῦ μὴ εἰδέναι κάλλιον; Εἶτα τί πρὸς τούτοις ὁρᾶται τὸ ἄτοπον; λεγόντων ἡμῖν οἱ παιδευτὴν, ἢ Πατέρα μᾶλλον εἰσφέροντες τὸν Θεόν Πότερόν ποτε τῶν ἔργων τοῦ Πατρὸς ἐν ἀγνοίᾳ καθεστηκὼς ὁ Υἱὸς περιμένει τὸ ἰδεῖν, ἢ τὴν ἐπὶ τούτοις γνῶσιν ἔχων ἀκριβεστάτην; εἰ μὲν οὖν εἰδότα περιμένειν ἐροῦσιν αὐτὸν, περιττότατόν τι ποιοῦντα σαφῶς ἐπιδείξουσι, καὶ εἰκαιοτάτου πράγματος ἐπιτηδευτὴν τὸν Πατέρα· ὁ μὲν γὰρ, ὅπερ οἶδεν ἀκριβῶς, ὡς ἀγνοῶν ἐπισκέπτεται, ὁ δὲ τὸν εἰδότα διδάσκειν ἐπιχειρεῖ· καὶ τίνι τῶν ὄντων οὐκ ἔσται καταφανὲς, ὅτι τῆς ἐσχάτης γελοιότητος εἴσω κείσεται τὰ τοιαῦτα; ἀλλὰ τοῦτο μὲν οὐκ ἐροῦσι τυχόν· μεταβήσονται δὲ πρὸς τὸ ἐναντίον.