Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.323
Not analysed yet
περιμένειν γὰρ αὐτὸν ἀναγκαίως ἐνεργοῦντα διαβεβαιώσονται τὸν Πατέρα πρὸς τὸ θεωρήσαντα μαθεῖν. πῶς οὖν οἶδε "τὰ "πάντα πρὶν γενέσεως αὐτῶν;" ἢ πῶς ἀληθεύσει λέγων αὐτὸς περὶ ἑαυτοῦ "Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ "οὐχὶ Θεὸς πόῤῥωθεν· μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;" πῶς δὲ οὐκ ἄτοπόν τε καὶ ἀμαθὲς τὸ μὲν Πνεῦμα πιστεύειν ἐρευνᾶν τε καὶ εἰδέναι τὰ βάθη τοῦ Θεοῦ, τὸν δὲ τοῦ Πνεύματος χορηγὸν ἐν ἀγνοίᾳ καθεστάναι νομίζειν τῶν ἔργων τοῦ Πατρὸς καὶ τοῦ ἰδίου Πνεύματος, ὅσον εἰς γνῶσιν ἀπολιμπάνεσθαι; ἆρα γὰρ οὐκ ἀποβαλεῖ καὶ τὸ εἶναι σοφία λοιπὸν ὁ Υἱὸς, ἐπείπερ ὅλως ἀγνοεῖ καὶ λαμβάνει διὰ μαθήσεως; σοφίας γὰρ μᾶλλον ἔσται δεκτικὸς ἤπερ αὐτὸ κατὰ φύσιν σοφία. σοφία γὰρ τὸ σοφοῦν, οὐ τὸ σοφοῦσθαι πεφυκὸς, ὥσπερ οὖν ἀμέλει καὶ φῶς τὸ φωτίζον, οὐ τὸ φωτίζεσθαι πεφυκός. οὐκοῦν ἕτερόν τι πάλιν αὐτὸς παρὰ τὴν ἐν αὐτῷ σοφίαν, καὶ πρῶτον μὲν οὐχ ἁπλοῦς, ἀλλ' ἐκ δύο λοιπὸν συγκείμενος· εἶτα πρὸς τούτῳ, καὶ τὸ εἶναι Θεὸς ἀπολέσει, Θεὸν δέ φημι κατὰ φύσιν καὶ οὐσιωδῶς· μαθήσεως γὰρ τῆς ἀπό τινος ὅλως καὶ διπλόης τῆς κατὰ σύνθεσιν ἡ θεία φύσις οὐκ ἀνέχεται, καὶ τὸ ἁπλοῦν ὡς ἴδιον ἀγαθὸν καὶ τὸ παντέλειον ἔχουσα. καὶ εἰ μὴ ἔστι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, πῶς τὰ μόνῳ πρέποντα τῷ Θεῷ καὶ ἐνεργεῖ καὶ ἐργάζεται; ἆρα γὰρ ἐξαρκέσειν ἐροῦσιν αὐτῷ καὶ πρὸς δύναμιν τὴν θεοπρεπῆ, τὸ μόνον ἰδεῖν ἐνεργοῦντα τὸν Πατέρα, καὶ διὰ ψιλῆς ἀποκερδαίνει τῆς θέας τὸ εἶναι κατὰ φύσιν Θεὸς, καὶ τοσαῦτα δύνασθαι ποιεῖν, ὅσαπερ ἂν καὶ ὁ δεικνύων αὐτῷ; οὐδὲν οὖν ἄρα τὸ κωλύον ἐστὶ, καὶ πολλοὺς ἡμῖν ἑτέρους ἀναδειχθῆναι θεοὺς, ἐθελήσαντος καὶ αὐτοῖς ἐπιδεῖξαι τοῦ Πατρὸς τῶν οἰκείων ἔργων τὴν ὁδὸν, καὶ ἐν τῷ μαθεῖν τι περιττὸν