Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.324
Not analysed yet
τῆς τοῦ Πατρὸς οὐσίας κείσεται τὸ ἐξαίρετον· ὁ γὰρ διδακτὸς, ὡς ἐκεῖνοί φασιν, εἰς ἀξίωμα τὸ τῆς κατὰ φύσιν θεότητος ἀναδραμὼν εὑρίσκεται λέγων "Ἐγὼ καὶ ὁ Πατὴρ "ἕν ἐσμεν· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα." Ἀναμετρείτωσαν τοίνυν ὅσος αὐτοῖς δυσφημίας ὄχλος ἐκ τοῦ τοιῶσδε νοεῖν ἐθέλειν ἐπισωρεύεται, καὶ φρονείτωσαν ἀληθῆ περὶ τοῦ Υἱοῦ καθὰ γέγραπται. οὔτε γὰρ ἐκ θεωρίας τῆς ἐν τοῖς ἀποτελέσμασι τοῦ Πατρὸς, οὔτε μὴν ὡς προκαταρκτικῶς ἐν τοῖς ἔργοις ἔχων αὐτὸν, ποιητής ἐστιν ἢ θαυματουργὸς, καὶ διὰ τοῦτο Θεὸς ὁ Υἱὸς, ἀλλ' ὅτι φυσικὸς ὥσπερ τις αὐτὸν ἀποφέρει νόμος ἐπὶ τὴν τοῦ γεννήσαντος ἀπαράλλακτον ὁμοιότητα, εἰ καὶ διὰ τῆς τῶν ἔργων ἀνελλιποῦς ἐμφερείας ἀναλάμπει καὶ φαίνεται. παραθέντες δὲ καὶ εἰσαῦθις, εἰ δοκεῖ, τὸ τοῦ λόγου κεφάλαιον, καὶ δριμυτέραις ἐρεύναις αὐτὸ βασανίζοντες, θεωρῶμεν ἀκριβῶς, τίς ἂν εἴη λοιπὸν τῶν λεγομένων ἡ δύναμις, καὶ ὅπως προσήκει νοοῦντας εὐσεβεῖν, ἤδη περισκεπτώμεθα. οὐκοῦν Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναταί φησιν ἀφ' ἑαυτοῦ ποιεῖν ὁ Υἱὸς οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Ὁρᾷς ὅπως καὶ διὰ τῆς ἐν τοῖς ἔργοις ἀπαραλλάκτου ταυτότητος, ὅμοιον ἑαυτὸν κατὰ πάντα δεικνύει τῷ Πατρὶ, ἵνα δὴ φαίνηται διὰ τούτου καὶ τῆς οὐσίας αὐτοῦ κληρονόμος; ὡς γὰρ ἀναγκαίως τε καὶ ἀναντιῤῥήτως νοηθησομένου Θεοῦ κατὰ φύσιν ὑπάρχειν τοῦ τὴν ἴσην ἐνέργειαν ἔχοντος τῷ Θεῷ καὶ Πατρὶ, τὰ τοιαῦτά φησιν ὁ Σωτήρ. σκανδαλιζέσθω δὲ μηδεὶς, ὅταν φαίνηται λέγων οἰκονομικῶς, μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. ὡς γὰρ ἤδη τὴν τοῦ δούλου μορφὴν