Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.330
Not analysed yet
τουτὶ σκανδαλίζεσθε σῶμα, ἀναγκαῖον ὑμᾶς ἐκμαθεῖν, ὡς οὐ μέχρι τούτων τὰ τῆς ἐμῆς ἐξουσίας τε καὶ ἰσχύος στήσεται· μειζόνων γὰρ ἔσεσθε παραδόξων, κἂν μὴ βούλησθε, θεωροὶ, τῆς τῶν νεκρῶν ἀναστάσεως δηλαδὴ, καὶ τότε μειζόνως καταπλαγήσεσθε, τὴν τῷ Θεῷ πρέπουσαν ἰσχύν τε καὶ δόξαν ἐν ἐμοὶ κειμένην ὁρῶντες, ὃν δυσφημίας ἐγκλήματι περιβάλλετε νῦν, καὶ διώκειν οὐκ αἰσχύνεσθε, διὰ τὸ μόνον εἰπεῖν, ὅτι "Υἱὸς Θεοῦ εἰμι." Δεικνύει δὲ ὅπως ὁ Θεὸς καὶ Πατὴρ τὰ ἔργα τῷ Υἱῷ, προλαβόντες ἤδη διὰ πολλῶν εἰρήκαμεν. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Θέα δὴ πάλιν ἐν τούτοις σαφῆ τῆς ἰσότητος τὴν ἀπόδειξιν. ὁ γὰρ ἴσως ἐνεργὸς περὶ τὴν τῶν νεκρῶν ἀναβίωσιν, πῶς ἂν ἔχοι κατά τι τὸ ἔλαττον; ἢ πῶς ἂν εἴη πρὸς τὸν Πατέρα λοιπὸν ἑτεροφυής τε καὶ ἔκφυλος ὁ τοῖς αὐτοῖς διαλάμπων ἰδιώμασιν; ἴδιον δὲ τῆς θείας οὐσίας, τὸ δύνασθαι ζωογονεῖν, ὅπερ ἐστὶν ὁμοίως ἐν Πατρὶ καὶ ἐν Υἱῷ. ζωογονεῖ δὲ πάλιν οὐκ ἰδίως μὲν πάλιν τινὰς καὶ καθ' ἑαυτὸν ὁ Πατὴρ, ἰδίως δέ τινας καὶ κεχωρισμένως ὁ Υἱός· ἔχων γὰρ ἐν ἑαυτῷ φυσικῶς τὸν Πατέρα, τὰ πάντα ἐργάζεται, καὶ ἐνεργεῖ τὰ πάντα δι' Υἱοῦ ὁ Πατήρ. ἀλλ' ἐπείπερ ἔχει τὸ δύνασθαι ζωογονεῖν ὁ Πατὴρ ἐν τῇ ἰδίᾳ φύσει, καθάπερ οὖν καὶ αὐτὸς, ὡς καὶ ἰδίως ἑκατέρῳ προσὸν ἀπονέμει τὸ δύνασθαι ζωογονεῖν τοὺς νεκρούς.