Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.34
Not analysed yet
λοιπὸν ἐν Υἱῷ. πῶς γὰρ ἔτι τὸ ἔλαττον ἐπιδέξεται εἰς ἑνότητα τῷ τελείῳ Πατρὶ, καὶ εἰς οὐσίας ταυτότητα ἑνούμενος φυσικῶς; Ἄλλο. Εἰ πλήρωμά ἐστιν ὁ Υἱός· "Ἀπὸ γὰρ τοῦ "πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν·" κατὰ τίνα τρόπον τὸ ἔλαττον ἐπιδέξεται; ἀσύμβατα γὰρ καθ' ἕν τι τὸ ὑποκείμενον ἐν ταυτῷ τὰ ἀλλήλοις ἐναντία. Ἄλλο. Εἰ τὸ ἔλαττον ἔχων ὁ Υἱὸς τὰ πάντα πληροῖ, ποῦ χωρήσει τὸ μεῖζον τοῦ Πατρός; εἰρήσεται γὰρ καὶ σωματικώτερον, ὡς ἐν παραδείγματος τρόπῳ, νοουμένης ἑτέρως τῆς ἐν ἀσωμάτοις ὑπεροχῆς τε καὶ ἐλαττώσεως. Ἄλλο. Εἰ τὸ ὑπὲρ πᾶν ὄνομά ἐστιν ὁ Θεὸς, εἶτα τούτου κληρονόμος ὑπάρχων ὁ Υἱὸς οὐκ ἔχει τὸ τέλειος εἶναι διὰ τὸ ἔλαττον, οὐδὲν ἐν τῷ ὑπὲρ πάντα τὸ μέγα· τοῦτο δέ ἐστι Θεός. ἀλλὰ τοῦτο ἄτοπον ἢ φρονεῖν ἢ λέγειν· τέλειος ἄρα ἐστὶν ὁ Υἱὸς, ὡς ὑπὲρ πᾶν ὄνομα, καὶ Θεός. Ἄλλο. Εἰ ἡ θεῖα φύσις οὐ πεπόσωται, συμβαίνειν δὲ οἶδε τὸ ἔλαττον ἐν ποσοῖς, πῶς ἂν ἐλάττων νοοῖτο κατὰ φύσιν ὑπάρχων Θεὸς ὁ Υἱός; οὐ γὰρ ἔξω τοῦ ποσοῦ κείσεται, κἂν ὡς πρὸς Πατέρα τὸ ἔλαττον λέγωσιν ἔχειν αὐτόν. Ἄλλο. Ὁ μακάριος Ἰωάννης περὶ τοῦ Υἱοῦ φησιν, ὅτι "οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα," τοῖς ἀξίοις δηλαδή. ὅτε τοίνυν μέτρον οὐκ ἔστιν ἐν τῷ Υἱῷ, ἀμέτρητος ἄρα ἐστὶ, καὶ πᾶσαν ἀναβαίνων κατάληψιν τὴν ἐν ποσῷ νοουμένην ὡς Θεός. πῶς οὖν ἐλάττων ὁ μὴ μετρούμενος; Ἄλλο. Εἰ ἐλάττων ἐστὶν ὁ Υἱὸς, μείζων δὲ ὁ Πατὴρ, διαφόρως δηλονότι καὶ ἀναλογούντως οἷς ἑκάτερος ἔχει μέτροις ἐνεργήσουσι περὶ τὸν εἰς ἡμᾶς ἁγιασμόν. καὶ ἁγιάσει μὲν μειζόνως ὁ Πατὴρ, ἔλαττον δὲ καὶ καθ' ἑαυτὸν