Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.331
Not analysed yet
ΚΕΦΑΛΗ Ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν Υἱῷ. Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ. ἝΤΕΡΟΝ εἰσφέρει πρᾶγμα θεοπρεπές τε καὶ ἐξαίσιον, διὰ πολλῶν ἀναπείθων ὅτι Θεός ἐστι κατὰ φύσιν καὶ ἀληθινῶς. τίνι γὰρ ἂν καὶ ἑτέρῳ πρέποι τὸ κρῖναι τὴν οἰκουμένην, εἰ μὴ μόνῳ τῷ ἐπὶ πάντας ὄντι Θεῷ, ὃν δὴ καὶ πρὸς τοῦτο καλοῦσιν αἱ θεῖαι λέγουσαι γραφαὶ, ποτὲ μὲν "Ἀνάστα ὁ Θεὸς, κρῖνον τὴν γῆν·" ποτὲ δὲ αὖ πάλιν "Ὅτι ὁ Θεὸς κριτής ἐστι, τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ." δεδόσθαι γεμὴν τὴν κρίσιν ἑαυτῷ φησι παρὰ τοῦ Πατρὸς, οὐχ ὡς ἔξω τῆς ἐπὶ τούτῳ κείμενος ἐξουσίας, ἀλλ' ὡς ἄνθρωπος οἰκονομικῶς, πρεπωδέστερον ἀνακεῖσθαι τῇ θείᾳ φύσει τὰ πάντα διδάσκων, ἧς καὶ αὐτὸς εἴσω βεβηκὼς, ᾗ μέν ἐστι Λόγος καὶ Θεὸς, οἴκοθεν ἔχει τὴν ἐφ' ἅπασιν ἐξουσίαν· ᾗ δὲ γέγονεν ἄνθρωπος, πρὸς ὃν εἴρηταί που "Τί "γὰρ ἔχεις ὃ οὐκ ἔλαβες," δεδέχθαι πρεπόντως ὁμολογεῖ. Πρὸς δὴ ταῦτα πάλιν ἐρεῖ τις τυχὸν τῶν δι' ἐναντίας Ἰδοὺ διαῤῥήδην ὁ Υἱὸς τὴν κρίσιν δεδέχθαι φησὶ παρὰ τοῦ Πατρός. λαμβάνει δὲ ὡς οὐκ ἔχων δηλαδή. πῶς οὖν οὐκ ἂν εἴη μείζων καὶ μεγαλοφυέστερος ὁ διδοὺς μετ' ἐξουσίας, τοῦ δεομένου λαβεῖν;