Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.332
Not analysed yet
Τί δὴ οὖν ἄρα πρὸς τοῦτό φαμεν; ὁ μὲν λόγος ἡμῖν ὁ προτεταγμένος οὐκ ἀκόμψως, ὡς οἶμαι, διήρτισται, θεωρίαν εἰσφέρων τὴν τῷ καιρῷ μάλιστα πρέπουσαν τῆς ἐνανθρωπήσεως δηλαδὴ, καὶ οἰκονομίᾳ τῇ μετὰ σαρκὸς ἁρμοδιωτάτην, ὅτε δοῦλος ἐχρημάτισεν, ὅτε τεταπείνωκεν ἑαυτὸν, ἐν ὁμοιώματι τῷ ἡμετέρῳ γενόμενος· ἐπειδὴ δέ σοι δοκεῖ τῶν μὲν ἁπλουστέρων κατασοβαρεύεσθαι δογμάτων, περιεργοτέραν δὲ μᾶλλον ποιεῖσθαι τὴν ζήτησιν, ἄγε δὴ πάλιν τοῖς σοῖς ἐναντίως ἰόντες προβλήμασι, πρῶτον μὲν ἐκεῖνο λέγωμεν Οὐχὶ πάντως, οὐδὲ ἀναγκαίως, ὦ οὗτος, ὁ δοῦναί τι λεγόμενος, ὡς οὐκ ἔχοντι τῷ δεχομένῳ προσνέμει, ἀλλ' οὐδὲ μείζων ἀεὶ τοῦ λαμβάνοντος ὁ διδούς. ἐπεὶ τί ποιήσεις, ὅταν ἴδῃς ἐν πνεύματι τὸν ἱερὸν λέγοντα ψαλμῳδόν "Δότε δόξαν τῷ Θεῷ;" δόξης ἆρα καθεστάναι τὸν Θεὸν ἐπιδεᾶ λογιούμεθα, ἢ καὶ μείζους τοῦ κτίσαντος διὰ τοῦτο πάντως ἡμεῖς, οἱ ταύτην αὐτῷ προσάγειν ἐπιταττόμενοι; ἀλλ' οὐδ' ἂν αὐτὸς ἀποτολμήσῃς εἰπεῖν, ὁ τὸν ἐπὶ ταῖς δυσφημίαις ὄκνον οὐ παραιτούμενος· πλῆρες γὰρ δόξης τὸ θεῖον, κἂν μὴ δέχηται παρ' ἡμῶν· ὃ δὲ οἴκοθεν ἔχει λαμβάνων ἐν τάξει τιμῆς, οὐκ ἂν ἐλάττων νοοῖτό ποτε, τῶν οἵπερ αὐτῷ τὴν δόξαν ὡς δῶρον προσάγουσιν. ἔστι τοίνυν πολλάκις ὁρᾶν τὸν εἰληφότα τι τοῦ δεδωκότος οὐκ αἰσχίονα, καὶ οὐ διὰ τοῦτο μεγαλοφυέστερος ὁ Πατὴρ τοῦ ἰδίου γεννήματος, ἐπεὶ πᾶσαν αὐτῷ δέδωκε τὴν κρίσιν. Εἶτα πρὸς τούτῳ κἀκεῖνο περισκεπτέον· τὸ κρίνειν, ἤτοι δικάζειν, ἐνέργειαι μᾶλλόν εἰσι καὶ πράγματα τῶν περὶ τὰς οὐσίας νοουμένων, ἢ αὐτὸ κατ' ἀλήθειαν οὐσίαι· ἐνεργοῦμεν γάρ τι δικάζοντες, ἰδιαζόντως ὑπάρχοντες ὅπερ ἐσμέν. εἰ δὲ τὸ κρίνειν, ἤτοι δικάζειν, οὐσίας εἶναι δώσομεν, πῶς οὐκ