Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.333
Not analysed yet
ἀνάγκη καὶ οὐχ ἑκόντας ὁμολογεῖν, μηδὲ ὑπάρχειν ὅλως δύνασθαι τῶν ὄντων τινὰς, εἰ μὴ φαίνοιντο κριταὶ, συγκαταλήγειν τε πάντως αὐτοῖς τῷ τέλει τῆς κρίσεως τὴν οὐσίαν; ἀλλ' ἔστι τὸ οὕτως νοεῖν τῶν ἀτοπωτάτων· ἐνέργειά τις τοιγαροῦν τὸ κρίνειν ἐστὶ, καὶ ἕτερον οὐδέν. τί οὖν ἄρα δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ; πλεονέκτημα μὲν ὡς ἐξ ἰδίας φύσεως οὐδὲν, ἔν γε τῷ τὴν κρίσιν ἐπιτρέψαι πᾶσαν αὐτῷ, ἐνέργειαν δὲ μᾶλλον τὴν κατὰ τῶν κρινομένων. πῶς οὖν ἔσται κατὰ τοῦτο μείζων, ἢ μεγαλοφυέστερος, τι προστεθεικὼς, ὅπερ οὐκ ἦν ἐν Υἱῷ τῷ λέγοντι "Πάντα ὅσα ἔχει "ὁ Πατὴρ ἐμά ἐστι;" Πῶς οὖν ἄρα τὸ δοῦναι νοητέον, ἄκουε λοιπόν. ὥσπερ ἔχων τὸ δύνασθαι δημιουργεῖν ὁ Θεὸς καὶ Πατὴρ, δι' Υἱοῦ τὰ πάντα δημιουργεῖ, ὡς διὰ δυνάμεως καὶ ἰσχύος ἰδίας· οὕτως ἔχων καὶ τὸ δύνασθαι κρίνειν, ἐνεργήσει καὶ αὐτὸ δι' Υἱοῦ, ὡς διὰ δικαιοσύνης ἰδίας. ὥσπερ ἂν εἰ λέγοιτο καὶ τὸ πῦρ τῇ ἐξ ἑαυτοῦ κατὰ φύσιν ἐνεργείᾳ τὸ καῦσαί τι παραχωρεῖν, ταύτην ἔχοντος τοῦ πράγματος τὴν ὁδόν· οὕτω τό Δέδωκεν εὐσεβῶς ἑρμηνεύοντες, τὴν τοῦ διαβόλου παγίδα διαφευξόμεθα. εἰ δὲ ἐπιμένουσιν ἀναιδῶς προστεθεῖσθαι δόξαν αὐτῷ παρὰ τοῦ Πατρὸς διαβεβαιούμενοι, διὰ τοῦ κριτὴν ἀναφαίνεσθαι τῆς γῆς, διδασκόντων ἡμᾶς, πῶς ἂν ἔτι νοοῖτο τῆς δόξης Κύριος, ὁ καὶ ἐν ἐσχάτοις καιροῖς ταῖς ἐπὶ τούτῳ τιμαῖς στεφανούμενος.