Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.334
Not analysed yet
ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα· ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. ΑΙΤΙΑ καὶ πρόφασις ἤδη τῶν προκατηριθμημένων ὁρᾶται, τὸ χρῆναι τιμᾶσθαι τὸν Υἱὸν ἐν ἰσότητί τε καὶ ὁμοιότητι τῇ πρὸς τὸν Πατέρα. βραχὺ δὲ ἀναλαβὼν, καὶ εἰς τὴν τῶν κατόπιν ἀνακομιζόμενος μνήμην, περιαθρήσῃ ἀκριβῶς τοῦ λόγου τὴν δύναμιν. οὐκοῦν ἴδιον μὲν ἔφασκε "Πατέρα τὸν "Θεὸν ὑπάρχειν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ·" εἶτα πάλιν ἰσοσθενῆ καὶ ὁμότεχνον ἀπεδείκνυε λέγων "Ἃ γὰρ ἂν "ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ·" ὅτι δὲ καὶ ζωὴ καὶ ζωοποιὸς κατὰ φύσιν ἐστὶν, ὥσπερ οὖν καὶ ὁ γεννήσας αὐτὸν, διεσάφει προστιθείς "Ὥσπερ γὰρ ὁ Πατὴρ "ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς "θέλει ζωοποιεῖ." ἀλλ' ὡς ἔσοιτο καὶ πάντων κριτὴς, συνευδοκοῦντος ἐφ' ἅπασι καὶ συγκατανεύοντος τοῦ Πατρὸς, ἐξηγεῖτο λέγων "Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ "τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ." τίς οὖν ἡ τούτων αἰτία; τί δὲ ἄρα τὸ πεπεικὸς διὰ τοιούτων ἔρχεσθαι λόγων τὸν Μονογενῆ; Ἵνα πάντες φησὶ τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα. εἰ γὰρ πάντα ἔστιν ὅσα καὶ ὁ Πατὴρ, ὅσον