Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.335
Not analysed yet
ἧκεν εἰς ἀξίωμα θεοπρεπὲς, πῶς οὐκ ἂν εἴη πρέπον ἰσοστάθμοις ἐκείνῳ στεφανοῦσθαι τιμαῖς, τὸν ᾧπερ οὐδὲν εἰς ταυτότητα τῆς οὐσίας ἐνδεῖ; τί οὖν ἄρα πάλιν καὶ πρὸς τοῦτό φασιν "οἱ πάντα τὰ ὀρθὰ διαστρέφοντες," ὡς ὁ προφήτης φησὶν Ἡσαΐας; Εἰ διὰ τὸ λέγεσθαι, φησίν Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα, νομίζετε χρῆναι τὸν Υἱὸν ἰσομέτροις τῷ Πατρὶ κατασεμνύνειν τιμαῖς, ἀγνοεῖτε τῆς ἀληθείας μακράν που βαδίζοντες. οὐ γὰρ πάντως τό Καθὼς ἰσότητα πραγμάτων εἰσφέρει, καθ' ὧν ἂν φαίνοιτο τεθὲν, ὁμοίωσιν δέ τινα χαρακτηρίζει πολλάκις, οἷον, φησὶν, ὁ Σωτήρ που συμβουλεύει λέγων "Γίνεσθε οἰκτίρμονες, καθὼς "καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν." ἆρ' οὖν ἐσόμεθα φιλοικτίρμονες οὕτως, ὡς ὁ Πατὴρ, διὰ τό Καθώς; καὶ πάλιν ὁ Χριστὸς λέγει πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ τῶν μαθητῶν "Ἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας." ἀλλ' οὐχ οὕτω δώσομεν ἠγαπῆσθαι τοὺς μαθητὰς, ὡς τὸν Υἱὸν πάλιν, διὰ τό Καθώς. τί οὖν εὑρεσιλογεῖς καὶ ἀποβιάζῃ τὴν λέξιν εἰς δυσφημίαν, οὐδεμίαν τοῖς ἀκροωμένοις ἀνάγκην εἰσφέρουσαν, εἰς τὸ χρῆναι τιμᾶν τὸν Υἱὸν ἐν ἴσῳ μέτρῳ τῷ φύσαντι; Τί οὖν πρὸς ταῦτα καὶ παρ' ἡμῶν; πικροῖς μὲν ἡμῶν καθυλακτοῦσι λόγοις οἱ θεομάχοι, ἀλλ' "Ἔξω τοὺς κύνας," ὡς ὁ Παῦλός φησιν, "ἔξω τοὺς κακοὺς ἐργάτας, ἔξω" τῆς ὀρθῆς πίστεως "τὴν κατατομήν." ἡμεῖς μὲν γάρ ἐσμεν ἀληθείας υἱοὶ, καὶ τέκνα φωτός· διάτοι τοῦτο τὸν Μονογενῆ τῷ Θεῷ καὶ Πατρὶ συνδοξάζομεν, οὐ κατά τινα διαφορὰν, ἀλλ' ἐν ἰσότητι τιμῆς τε καὶ δόξης, ὡς Θεὸν ἐκ Θεοῦ, καὶ φῶς ἐκ φωτὸς, καὶ ζωὴν ἐκ ζωῆς. καὶ περιεργάζεσθαι μὲν τὸ πίστει παραδεκτὸν, ὡς ἐπὶ πλεῖστον οὐκ ἀσφαλές· βασανιστέον δ' οὖν ὅμως καὶ τοῦ Καθὼς τὴν δύναμιν, ἵνα μὴ μέγα φρονῶσιν ἐφ' ἑαυτοῖς οἱ δι' ἐναντίας. οὐκοῦν ἐπὶ μὲν τῶν ἀνομοίων