Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.336
Not analysed yet
κατὰ τὴν φύσιν ὅτε τάττεται τό Καθὼς, οὐ πάντως ἀπαράλλακτον ἡμῖν εἰσφέρει τὴν ἰσότητα, ὁμοιότητα δὲ μᾶλλον καὶ εἰκονισμὸν, ὡς καὶ αὐτοὶ προλαβόντες ὡμολογήκατε. ἐπὶ δὲ τῶν ἀλλήλοις κατὰ πάντα προσεοικότων εἴπερ ὁρῷτο τεθὲν, καὶ ἰσότητα τὴν ἐν πᾶσι καὶ ὁμοιότητα δηλοῖ, καὶ εἴ τι τούτοις ἕτερον ἰσοδυναμοῦν εὑρίσκεται. οἷόν τι φημί· λαμπρὸς μὲν ὁ κατ' οὐρανόν ἐστιν ἥλιος, λαμπρὸς δὲ ὁμοίως καὶ ὁ γῆθεν ἄργυρος. ἀλλ' ἡ μὲν φύσις τῶν εἰρημένων διάφορος. νοείσθω δέ τις τυχὸν τῶν ἐπὶ γῆς πλουσίων τοῖς κατ' οἶκον οἰκέταις Λαμπέτω λέγων ὁ ἄργυρος, καθὼς καὶ ὁ ἥλιος· ἐν τούτῳ δὴ μάλα δικαίως οὐκ εἰς τὴν ἴσην ἀναβαίνειν λαμπρότητα τῷ ἡλίῳ τὴν ἐκ γῆς ὕλην φαμὲν, ἀλλ' εἰς ὁμοίωσίν τινα καὶ ἐμφέρειαν, καὶ εἰ φέροιτο κατ' αὐτοῦ τό Καθώς· Πέτρου δὲ καὶ Ἰωάννου τυχὸν τῶν ἁγίων μαθητῶν παρενεχθέντων εἰς μέσον, οἳ καὶ τῷ τῆς φύσεως λόγῳ, καὶ τῇ εἰς Θεὸν εὐσεβείᾳ τῆς πρὸς ἀλλήλους ἀκριβοῦς ὁμοιότητος οὐκ ἀπολιμπάνονται, τετάχθω τό Καθὼς, λέγοντός του περὶ αὐτῶν, ὡς ἐν ὑποκειμένῳ Τιμάσθω παρὰ πάντων Ἰωάννης, καθὼς καὶ ὁ Πέτρος· ἆρα τό Καθὼς ἀτονήσει πάλιν εἰς τὸ μὴ δεῖν ἐπ' ἀμφοῖν τὴν ἴσην ἄγεσθαι τιμήν; ἀλλ' οὐκ ἂν οἶμαί τις τὸ τοιοῦτον ἐρεῖ· θεωρήσει γὰρ δὴ τὸ κωλύον οὐδέν. Κατὰ ταύτην τοῦ νοήματος τὴν ἀναλογίαν, ὅταν ἐφ' Υἱοῦ καὶ Πατρὸς φέρηται τό Καθὼς, διὰ ποίαν αἰτίαν ἀποναρκήσομεν ἰσομέτροις ἄμφω καταστέφειν τιμαῖς; προανασκεψάμενος γὰρ ὡς Θεὸς τὰ ἐσόμενα, καὶ τὴν βάσκανον τῆς σῆς ἀμαθίας περιαθρήσας ἀντιλογίαν, οὐ γυμνὸν εὐθὺς, οὐδὲ τῆς αὐτῷ πρεπούσης ἔρημον ἐπικουρίας, τό Καθὼς εἰσενήνοχεν, ἀλλὰ ταῖς μὲν καθηκούσαις προοχυρώσας πληροφορίαις, προαποδείξας δὲ ὅτι καὶ Θεὸς ὑπάρχοι κατὰ φύσιν· ἴδιον