Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.35
Not analysed yet
ὁ Υἱός. ἔσται τοιγαροῦν καὶ τὸ Πνεῦμα διπλοῦν, καὶ μεῖον μὲν ἐν Υἱῷ, μεῖζον δὲ ἐν Πατρί. καὶ τελείως μὲν οἱ παρὰ Πατρὸς ἁγιασθήσονται· οὐ τελείως δὲ πάλιν οἱ δι' Υἱοῦ. ἀλλὰ πολλή τις ἐστὶν ἐν τούτοις ἡ τῶν λογισμῶν ἀτοπία. ἓν γὰρ τὸ Πνεῦμα τὸ Ἅγιόν ἐστιν, εἷς καὶ τέλειος ὁ ἁγιασμὸς, παρὰ Πατρὸς δι' Υἱοῦ φυσικῶς χορηγούμενος· οὐκ ἄρα ἐλάττων ἐστὶν ὁ τὴν αὐτὴν ἐνέργειαν ἔχων τῷ τελείῳ Πατρὶ, καὶ τὸ τοῦ γεννήσαντος Πνεῦμα φύσεως ἰδίας ἔχων ἀγαθὸν, ζῶν, καὶ ἐνυπόστατον, ὥσπερ οὖν ἀμέλει καὶ ὁ Πατήρ. Ἄλλο. Εἰ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπῆρχεν ὁ Υἱὸς κατὰ τὴν τοῦ Παύλου φωνὴν, πῶς ἐλάττων αὐτοῦ ἐστιν; οὐ γὰρ δήπου τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ λόγος, καὶ ἡ διὰ τοῦτο λεγομένη ταπείνωσις, τοῦ κατὰ φύσιν προσόντος ἀξιώματος ἀπογυμνώσει τὸν Υἱὸν, λύσιν ἔχουσα τὴν δευτέραν ἐξ οὐρανοῦ παρουσίαν. ἥξει γὰρ πάντως, ὡς ἠκούσαμεν λέγοντος "ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ." πῶς οὖν ὅλως ἐν τῇ δόξῃ τοῦ τελείου Πατρὸς ὁ ἐλάττων αὐτοῦ; Ἄλλο. Εὑρίσκεταί που λέγων δι' ἑνὸς τῶν προφητῶν ὁ Θεὸς καὶ Πατήρ "Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω." ἐρωτητέον τοιγαροῦν τοὺς ὅσοι τὸν Υἱὸν ἀτιμάζουσιν ἀσεβῶς, μᾶλλον δὲ δι' αὐτοῦ καὶ τὸν Πατέρα· ὁ γὰρ μὴ τιμῶν τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ· πότερόν ποτε, καθάπερ ὑπειλήφασιν αὐτοὶ, τοῦ Θεοῦ καὶ Πατρὸς ἐλάττων ὢν ὁ Υἱὸς, ὁμοούσιός ἐστιν, ὡς πρὸς αὐτὸν, ἢ οὐχί; εἰ μὲν οὖν ἐροῦσιν, ὡς ἔστιν ὁμοούσιος, τί μάτην τὸ ἔλαττον ἐπιφέρουσιν αὐτῷ; τὰ γὰρ τῆς αὐτῆς οὐσίας ὄντα καὶ φύσεως, οὐκ ἂν ὅλως ἔχοι καθ' ἑαυτῶν τὸ μεῖζον, κατά γε τὸν τοῦ πῶς εἶναι λόγον· τοῦτο δὲ πάντως ἐστὶ τὸ ζητούμενον. Ἀλλ' οὐ συνθήσονται τυχὸν, οὐδὲ ὁμοούσιον εἶναι δώ-