Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.346
Not analysed yet
πρεπωδέστερόν πως αὐτοῖς ἐφαρμόσομεν νοῦν, διαστελοῦμεν δὲ οὕτω τὸ ἀνάγνωσμα. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσωσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ· ὥρα δηλονότι πάλιν ὅτε καὶ οἱ ἀκούσαντες ζήσουσι. διὰ μὲν οὖν τῶν ἐν ἀρχῇ, τὸν τῆς ἀναστάσεως ἡμῶν σημαίνει καιρὸν, καθ' ὃν εἰς ἀπολογίαν τῆς ἐν κόσμῳ ζωῆς ἀναστήσεσθαι τοὺς κεκοιμημένους διὰ τῆς τοῦ δικάζοντος ἐκδιδάσκει φωνῆς, ἵνα καθάπερ ἤδη προεῖπον, ὥσπερ τινὰ χαλινὸν τὸν ἐντεῦθεν αὐτοῖς ἐπινοήσας φόβον, καλῶς δὴ σφόδρα καὶ ἐπιστημόνως ἀναπείσῃ βιοῦν· διὰ δὲ τῶν ἐν ὑστέροις τὸν τοῦ χρῆναι πιστεύειν αὐτῷ ἐπιδεικνύει παρόντα καιρὸν, ἀλλὰ καὶ τῆς εὐπειθείας μισθὸν τὴν αἰώνιον ἔσεσθαί φησι ζωὴν, μονονουχὶ τοιοῦτόν τι δηλῶν Ἥξετε πάντες εἰς κρίσιν, ὦ οὗτοι, κατὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, ἀλλ' εἰ πικρὸν ὑμῖν εἶναι τὸ κολάζεσθαι δοκεῖ, καὶ ἀπεράντους λελυπημένῳ τῷ κρίνοντι τὰς δίκας ὑπέχειν, μὴ παρατρέχειν ἐᾶτε τὸν τῆς εὐπειθείας καιρὸν, ἀλλ' ἔτι παρόντος ἐπιδραττόμενοι, πρὸς τὴν αἰώνιον ἀναβαίνειν ἐπείγεσθε ζωήν. Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. Ὅρα δή μοι πάλιν καὶ τὴν ἐν τούτοις οἰκονομίαν, ἵνα τοῦ λόγου θαυμάσῃς τὸ σχῆμα, καὶ μὴ τοῖς ἐξ ἀμαθίας περιπίπτων σκανδάλοις, αὐτὸς ἐπὶ σεαυτῷ καλέσῃς τὴν ἀπώλειαν. ἄνθρωπος ὑπάρχων, ὅσον εἰς τὴν φύσιν τοῦ σώματος, ὁ Μονογενὴς, καὶ ὡς εἷς ἐξ ἡμῶν ἐπὶ τῆς γῆς ἔτι μετὰ