Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.347
Not analysed yet
σαρκὸς ὁρώμενος, καὶ τοῖς Ἰουδαίοις πολυτρόπως τὰ πρὸς σωτηρίαν εἰσηγούμενος, δύο πραγμάτων θεοπρεπῶν ἑαυτῷ περιτέθεικε τὴν λαμπρότητα. ὅτι δὲ καὶ ἀναστήσει τοὺς νεκροὺς, καὶ κριθησομένους παραστήσει τῷ οἰκείῳ βήματι, διεβεβαιοῦτο σαφῶς· ἀλλ' ἦν καὶ σφόδρα εἰκὸς δυσχεραίνειν ἐπὶ τούτῳ τοὺς ἀκροωμένους, ἐγκαλοῦντας ἤδη καὶ διώκειν εὐλόγως αὐτὸν ὑποπτεύοντας, ὅτι "πατέρα ἴδιον ἔλεγε τὸν "Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ." ἀνακεράσας τοίνυν ἐξουσίᾳ καὶ λαμπρότητι τῇ θεοπρεπεῖ τὸν ἁρμόζοντα τῇ ἀνθρωπότητι λόγον, ὑποκλέπτει τὸ βαρὺ τῆς ὀργῆς, ἐπιεικέστερόν πως καὶ ὑφειμένως, ἢ ᾗπερ ἐχρῆν, λέγων Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ. μὴ θαυμάζετε τούτῳ, φησὶν, εἰ καθ' ὑμᾶς νῦν ὑπάρχων, καὶ ὁρώμενος ἄνθρωπος, ἀναστήσειν ὑπισχνοῦμαι τοὺς νεκροὺς, καὶ εἰς κρίσιν ἄγειν ἀπειλῶ· δέδωκέ μοι τὸ δύνασθαι ζωογονεῖν ὁ Πατὴρ, δέδωκέ μοι τὸ κρίνειν ἐπ' ἐξουσίας. ἐπειδὴ δὲ διὰ τούτων τὴν εὐόλισθον τῶν Ἰουδαίων τεθεράπευκεν ἀκοὴν, φροντίδα ποιεῖται γοργὴν καὶ τῆς τῶν ἐφεξῆς ὠφελείας, καὶ τὴν αἰτίαν εὐθὺς τοῦ δεδέχθαι λέγειν ἑαυτὸν ἐξηγούμενος, τὴν οὐδὲν ἔχουσαν ἐξ ἑαυτῆς ἀνθρωπότητα προΐσχεται λέγων Ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Ὅτι γὰρ καὶ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Μονογενὴς, καὶ οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχος, ζωογονεῖ τε οὕτως ὥσπερ καὶ ὁ Πατὴρ, περιττὸν οἶμαι λέγειν πρὸς τὸ παρὸν, ἐπείπερ ἡμῖν οὐ βραχὺς ἐν τούτῳ δεδαπάνηται λόγος ἐν ἀρχῇ τοῦ βιβλίου, προκειμένου ῥητοῦ Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν. Μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσωσι τῆς φωνῆς αὐτοῦ καὶ ἐξελεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Σημαίνει μὲν διὰ τούτων τῆς ἁπάντων ἀναστάσεως τὸν