Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.348
Not analysed yet
καιρὸν, ὅτε, καθάπερ ἡμῖν ὁ θεσπέσιος ἐπέστειλε Παῦλος "Αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν "σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ" κρῖναι "τὴν "οἰκουμένην ἐν δικαιοσύνῃ," καὶ ἀποδώσειν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· χειραγωγεῖ δ' οὖν ὅμως διὰ τῆς τῶν αὐτῶν ἐπαναλήψεως τὴν ἀμαθεστάτην τῶν Ἰουδαίων διάνοιαν εἰς τὸ δύνασθαι συνιέναι σαφῶς, ὅτι καὶ μειζόνων ἔσται τερατουργὸς, ἢ ἐν οἷς ὁ παράλυτος ἦν, καὶ τῆς οἰκουμένης ἀναδειχθήσεται κριτής· ἀντιπαρατιθεὶς δὲ χρησίμως τῇ τῶν νεκρῶν ἀναστάσει τὴν ἐφ' ἑνὶ τῶν νοσούντων θεραπείαν, μείζονά τε καὶ ἀξιολογωτέραν ἐπιδεικνύει τὴν θανάτου λυτικὴν ἐνέργειαν, καὶ φθορᾶς τῆς ἁπάντων ἀναιρετικὴν, εἰκότως τε καὶ ἀναγκαίως ὡς ἐπ' ἐλάττονι τῷ παραδόξῳ φησί Μὴ θαυμάζετε τοῦτο. καὶ οὐ δήπου πάντως νομιοῦμεν αὐτὸν τῆς τῶν οἰκείων ἔργων λαμπρότητος διὰ τούτων κατηγορεῖν, ἢ καὶ τοῖς ἀκροωμένοις ἐπιτάττειν, μὴ χρῆναι θαύματος ἀξιοῦν τὰ ἐφ' οἷς ἂν εἰκότως θαυμάζοιεν, ἀλλ' εἰδέναι τε καὶ πιστεύειν βούλεται τοὺς ἐπ' ἐκείνῳ καταπεπληγμένους, ὅτι μικρὸν αὐτῷ τὸ μέχρι τούτου θαυμάζεσθαι. ἐγείρει γὰρ λόγῳ καὶ ἐνεργείᾳ θεοπρεπεῖ, οὐχ ὅπως ἐκ μικρῶν ἀῤῥωστημάτων τοὺς κάμνοντας, ἀλλὰ καὶ αὐτοὺς ἤδη τοὺς τῷ θανάτῳ βεβαπτισμένους, καὶ ἀκράτῳ νενικημένους φθορᾷ· καὶ διὰ τοῦτό φησι, τὸ μεῖζον εἰσφέρων Ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσωσι τῆς φωνῆς αὐτοῦ. ὁ γὰρ λόγῳ τὰ οὐκ ὄντα ποτὲ πρὸς τὸ εἶναι παρενεγκὼν, πῶς οὐκ ἂν ἰσχύσαι τὸ ἤδη πεποιημένον παλινδρομεῖν ἀναπεῖσαι πρὸς γένεσιν; εἶεν γὰρ ἂν οὕτω τῆς αὐτῆς ἐνεργείας ἑκάτερα, καὶ μιᾶς ἐξουσίας τὸ ἐπ' ἀμφοῖν