Ancient Greek · ~2 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.349
Not analysed yet
ἀξιάγαστον ἀποτέλεσμα. ἐπιλέγει δὲ χρησίμως, ὅτι προελεύσονται τῶν μνημάτων οἱ μὲν ἐπ' αἰσχροῖς ἁλόντες καὶ πονηρίᾳ συμβιοτεύσαντες, τὴν ἀτελεύτητον ὑφέξοντες δίκην, οἱ δὲ διαπρεπεῖς ἐν ἀρεταῖς τῆς ἐπιεικείας μισθὸν ἀντικομιούμενοι τὴν αἰώνιον ζωήν· ὁμοῦ μὲν, καθάπερ ἤδη προείπομεν, ἑαυτὸν διανομέα τῶν ἑκάστῳ διαπρεπόντων καὶ διὰ τούτων εἰσφέρων, ὁμοῦ δὲ ἀναπείθων, ἢ τῷ φόβῳ τοῦ παθεῖν τὰ δεινὰ, παραιτεῖσθαι τὸ φαῦλον καὶ συνελαύνεσθαί πως εἰς τὸ βιοῦν ἐθέλειν ἤδη σωφρονέστερον, ἢ ἐφέσει νυττομένους τρόπον τινὰ τῇ περὶ τὴν αἰώνιον ζωὴν, συντονωτέραν ποιεῖσθαι σπουδάζειν τὴν ἐπ' ἀγαθοῖς προθυμίαν.