Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.350
Not analysed yet
ΚΕΦΑΛΗ Θ. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἰσοσθενὴς κατ' ἐνέργειαν τὴν ἐφ' ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν. καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. ἘΠΙΣΤΗΣΟΝ πάλιν τοῖς λεγομένοις ἀκριβέστερον, καὶ δέχου τοῦ θεωρήματος ὡς ἐν περινοίᾳ τὴν δύναμιν. οὐκ εἰδότες Ἰουδαῖοι τὸ βαθὺ τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον, ἀλλ' οὐδὲ τὸν ἐνοικοῦντα τῷ ἐκ παρθένου ναῷ Θεὸν Λόγον ἐπιγινώσκοντες, ζήλῳ πολλάκις πεπλανημένῳ, καὶ "οὐ τῷ κατ' ἐπίγνωσιν," ὡς ὁ Παῦλός φησιν, εἰς ἀγριότητα τρόπων καὶ ἀνημέρους ὀργὰς ἐξεκαίοντο· καὶ δὴ καὶ καταλεύειν ἐπεχείρουν αὐτὸν, ὅτιπερ "ἄνθρωπος ὢν, ἑαυτὸν "ἐποίει Θεὸν," καὶ πάλιν, ὅτι "Πατέρα ἴδιον ἔλεγε τὸν "Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ." ἐπειδὴ δὲ ἦσαν οὕτω δυσμαθεῖς, καὶ θεοπρεπῶν μὲν ὅλως οὐκ ἀνεχόμενοι λόγων, μικρὰ δὲ περὶ αὐτοῦ καὶ φρονοῦντες καὶ λέγοντες, οἰκονομικῶς ὁ Σωτὴρ συννηπιάζει μὲν αὐτοῖς, κεκραμένην δ' οὖν ὅμως ἐποιεῖτο τὴν ἐξήγησιν, οὔτε τοὺς Θεῷ πρέποντας λόγους ὁλοτελῶς παραιτούμενος, οὔτε μὴν εἰς ὁλόκληρον τῶν ἀνθρωπίνων ῥημάτων ἀποφοιτῶν· εἰπὼν δέ τι τῆς θεϊκῆς