Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.36
Not analysed yet
σουσι τῷ Πατρὶ τὸν Υἱὸν, ὡς ἐλάττονα κατ' αὐτούς· οὐκοῦν ἕτερος ἔσται παντελῶς καὶ ἀλλότριος τοῦ Πατρός. πῶς οὖν ἔχει τὴν δόξαν αὐτοῦ; "Αὐτῷ γὰρ ἐδόθη," καθά φησιν ὁ μακάριος Δανιὴλ, "ἡ τιμὴ καὶ ἡ βασιλεία·" ἢ γὰρ διαψεύσεται λέγων ὁ Θεὸς καὶ Πατήρ "Τὴν δόξαν μου ἑτέρῳ οὐ "δώσω·" ἢ εἴπερ ἐστὶν ἀληθὴς, δέδωκε δὲ τὴν ἑαυτοῦ δόξαν τῷ Υἱῷ, οὐχ ἕτερος ἄρα ἐστὶ παρ' αὐτὸν, καρπὸς ὑπάρχων τῆς οὐσίας αὐτοῦ καὶ γνήσιον γέννημα. ὁ δὲ ὡσαύτως ἔχων τῷ Πατρὶ κατὰ τὸν τῆς φύσεως λόγον, πῶς ἂν εἴη λοιπὸν ἐλάττων αὐτοῦ; Ἀλλὰ ἁπλᾶ καὶ ἀσύνδετα. Εἰ παντοκράτωρ ἐστὶν ὁ Πατὴρ, παντοκράτωρ δὲ ὁμοίως καὶ ὁ Υἱὸς, πῶς ἐλάττων αὐτοῦ ἐστιν; οὐ γὰρ δήπου κατά γε τὸν τῆς ἀκολουθίας λόγον, εἰς τὸ τοῦ τελείου μέτρον τὸ μὴ τέλειον ἀναβήσεται. καὶ, εἰ κύριός ἐστιν ὁ Πατὴρ, κύριος δὲ ὁμοίως καὶ ὁ Υἱὸς, πῶς ἐλάττων αὐτοῦ ἐστιν; ἔσται γὰρ οὐ τελείως ἐλεύθερος, εἴπερ ἐστὶν ἐλάττων ἐν κυριότητι καὶ οὐ πλῆρες ἔχων ἐν ἑαυτῷ τὸ ἀξίωμα. καὶ εἰ φῶς ἐστιν ὁ Πατὴρ, φῶς δὲ ὁμοίως καὶ ὁ Υἱὸς, πῶς ἐλάττων αὐτοῦ ἐστιν; ἔσται γὰρ οὐ τελείως φῶς, καταληφθήσεται δὲ ἀπὸ μέρους ὑπὸ τῆς σκοτίας, καὶ ψεύσεται λέγων ὁ Εὐαγγελιστής "Ἡ σκοτία αὐτὸ οὐ κατέ"λαβε." καὶ εἰ ζωή ἐστιν ὁ Πατὴρ, ζωὴ δὲ ὁμοίως καὶ ὁ Υἱὸς, πῶς ἐλάττων αὐτοῦ ἐστιν; οὐ γὰρ ἔσται τελείως ἐν ἡμῖν ἡ ζωὴ, κἂν εἰς τὸν ἔσω ἄνθρωπον κατοικήσῃ Χριστός· νεκροὶ δέ πως κατά τι μέρος οἱ πιστεύσαντες, εἴπερ ἐστὶν οὐ τελείως ζωὴ τὸ ἔλαττον ἔχων ὁ Υἱός. ἐπειδὴ δὲ χρὴ τὴν ἐν τούτοις ἀτοπίαν ὡς ποῤῥωτάτω ποιεῖσθαι, τέλειον εἶναί φαμεν τὸν Υἱὸν τὸν τῷ τελείῳ Πατρὶ παρισούμενον διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον. Ἄλλο. Εἰ ἐλάττων ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, διά τε τοῦτο οὐχ ὁμοούσιος· ἕτερος ἄρα ἐστὶ κατὰ φύσιν καὶ ἀλλότριος