Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.351
Not analysed yet
ἐξουσίας ἄξιον, παραχρῆμα κολάζει τὸν ἀπαίδευτον τῶν ἀκροωμένων θυμὸν, ἐπαγαγών τι καὶ ἀνθρώπινον, καὶ πάλιν ἀνθρώπινόν τι διὰ τὴν οἰκονομίαν εἰπὼν, οὐκ ἐν μικροῖς ὁρᾶσθαι μόνοις τὰ καθ' ἑαυτὸν ἐπιτρέπει, Θεὸν ὄντα κατὰ φύσιν ἐπιδεικνύων διὰ τῆς ὑπὲρ ἄνθρωπον ἰσχύος, ἢ καὶ λόγων πολλάκις. τοιαύτην τινὰ καὶ νῦν ἐν τοῖς ἀρτίως ἡμῖν προκειμένοις εὑρήσεις τὴν τέχνην· τί γὰρ ἔφη φθάσας; "Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, "οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ," εἶτα πάλιν "Ὅτι "ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσωσι "τῆς φωνῆς αὐτοῦ·" καὶ πρὸς τούτοις, ὅτι καὶ ἐξελεύσονται κριθησόμενοι, καὶ ἀναλόγως ὧνπερ ἂν εἶεν ἐργάται τὴν ἀντιμισθίαν ἀποληψόμενοι. ὁ δὲ δύνασθαι λέγων οὕσπερ ἂν ἐθέλει ζωογονεῖν, καὶ οὕτως, ὡς ὁ Πατήρ· πῶς ἂν οὐχὶ τὴν Θεῷ πρέπουσαν δύναμιν ἑαυτῷ νοοῖτο περιτιθείς; ἔσται δὲ ὅτι καὶ πάντων κριτὴς ὁ διαῤῥήδην εἰπὼν, πῶς οὐκ ἂν ἐκταράξαι δικαίως τοὺς ἄνθρωπον ἔτι γυμνὸν οἰομένους ὑπάρχειν αὐτόν; ἦν γὰρ δὴ κατὰ τὸ εἰκὸς, Ἑβραίους ὄντας αὐτοὺς, καὶ τοῖς ἱεροῖς παιδαγωγουμένους γράμμασιν, οὐκ ἀγνοῆσαι παντελῶς ὅτι Θεὸς ἔσται τῆς οἰκουμένης κριτὴς, ἐπεὶ καὶ παρ' αὐτοῖς πολλάκις ἐψάλλετο "Ἀνάστα ὁ Θεὸς, "κρῖνον τὴν γῆν." καὶ πάλιν "Ὅτι ὁ Θεὸς κριτής ἐστιν." Ἐπεὶ οὖν τούτοις ἀσχάλλοντας ᾔδει τοὺς ἀνοήτους τῶν Ἰουδαίων λαοὺς, τῆς αὐτῆς συνήθους ὀργῆς ἐξίστησι λέγων ἀνθρωπινώτερον Οὐ δύναμαι ποιεῖν ἐγὼ ἀπ' ἐμαυτοῦ οὐδὲν, καθὼς ἀκούω κρίνω. ὅσον μὲν οὖν ἐστιν ἐκ τοῦ προχείρου λαβόντας εἰπεῖν, διαγελᾷ τῶν Ἰουδαίων τὸν νοῦν· ἀσθενείας γάρ τινος, καὶ οὐ παντελῶς ἐλευθέρας ἐξουσίας, ὑπόληψιν πλάττεται τοῦ λόγου τὸ σχῆμα, ἔχει δὲ οὐχ οὕτω κατ' ἀλήθειαν, ἐπείπερ ἴσος ὢν ὁ Υἱὸς κατὰ πάντα τῷ Πατρὶ,