Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.352
Not analysed yet
τὴν αὐτὴν ἐφ' ἅπασιν ἐνέργειάν τε καὶ ἐξουσίαν ἔχει φυσικῶς. λέγει δὲ μὴ δύνασθαί τι ποιεῖν ἀφ' ἑαυτοῦ, κρίνειν δὲ οὕτως, ὥσπερ ἂν ἀκοῦσαι· τρόπῳ πάλιν ἑτέρῳ, καὶ ἰσογνώμονα καὶ ἰσοσθενῆ δεικνύων ἑαυτὸν τῷ Θεῷ καὶ Πατρί. οὐδὲ γὰρ ἐνεργὸς περί τι τῶν ὄντων δίχα τοῦ Υἱοῦ νοοῖτ' ἂν μόνος καὶ καθ' ἑαυτὸν ὁ Πατὴρ, ἰσχὺν ἔχων αὐτὸν καὶ δύναμιν· διὸ δὴ "πάντα δι' αὐτοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο "οὐδὲ ἕν·" οὐδ' αὖ πάλιν ἐξεργάσεταί τι καθ' ἑαυτὸν ὁ Υἱὸς, μὴ οὐχὶ συνόντος αὐτῷ τοῦ Πατρός. διὰ γάρ τοι τοῦτο καί φησιν "Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ· ὁ δὲ Πατὴρ ὁ "ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός." καὶ οὐ δήπου διακεισόμεθα δυναμοῦσθαι μὲν ὡς ἐξ ἀσθενείας παρὰ τοῦ Πατρὸς τὸν Υἱὸν, χορηγεῖσθαι δὲ πάλιν αὐτῷ καὶ τὴν ἐφ' ἅπασιν ἐξουσίαν· ἢ γὰρ ἂν οὐκέτι ᾖ κατὰ φύσιν Θεὸς, ἐπακτὸν ὥσπερ ἔχων τὸ τῆς θεότητος κάλλος· ἀλλ' οὐδὲ αὐτὸς ὁ Πατὴρ ἐν ἀκράτοις τῶν ἀγαθῶν ὑπεροχαῖς ἔτι κείσεται, δυνάμεως τῆς παρ' ἑτέρου καὶ ἐξουσίας δεόμενον ἔχων τὸν τῆς ἰδίας φύσεως χαρακτῆρα Λόγον. ζητηθήσεται γὰρ ἀναλόγως τῇ εἰκόνι καὶ τῷ ἀρχετύπῳ τῶν εἰρημένων ὁ χορηγὸς, οὕτω τε λοιπὸν εἰς ἀπέραντον ζήτησιν ὁ λόγος ἡμῖν οἰχήσεται, καὶ εἰς βαθὺ βλασφημιῶν ἐκδραμεῖται πέλαγος. ἀλλ' ἐπείπερ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχων ὁ Υἱὸς, πάντα τὰ τοῦ γεννήσαντος ἴδια κατὰ φύσιν ἐπάγεται, καὶ οὐσιωδῶς ἀνατρέχει πρὸς μίαν αὐτῷ θεότητα διὰ τὸ τῆς φύσεως ἀπαράλλακτον, ἔστι μὲν αὐτὸς ἐν Πατρὶ, ἔχει δ' αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα· διάτοι τοῦτο, πολλάκις ἀκατηγορήτως τε καὶ ἀληθῶς ἀνατίθησι τῷ Πατρὶ τῶν οἰκείων ἔργων τὴν δύναμιν, οὐκ ἔξω τοῦ δύνασθαι τιθεὶς ἑαυτὸν, ἀλλὰ τῇ ἐνεργείᾳ τῆς μιᾶς θεότητος τὰ πάντα προσνέμων· μία δὲ ἡ θεότης ἐν Πατρὶ καὶ ἐν Υἱῷ καὶ ἐν Ἁγίῳ Πνεύματι.