Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.353
Not analysed yet
Ὅτι δὲ οὐκ ἐλάττων ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, ἢ κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν, ἀλλ' ὅμοιος κατὰ πάντα καὶ ἰσοσθενὴς, καὶ δι' ἑτέρων ἡμῖν ἀποδέδεικται, προκειμένου ῥητοῦ "Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ "οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, ἃ γὰρ ἂν "ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ." ἐπειδὴ δὲ τὴν ἐν τοῖς θείοις δόγμασιν ἀξιεραστοτάτην σπουδὴν, ὄκνου παντὸς ἀναφαίνεσθαι κρείττονα, δίκαιόν τε καὶ πρέπον ὑπολαμβάνω· φέρε δὴ πάλιν τοῖς ἐν θαλάττῃ ναυτίλοις ποιοῦντες τὰ παραπλήσια, σχοινίου τινὸς δίκην, ὅλον εἰσαῦθις τὸν τοῦ κεφαλαίου λόγον ἀναμηρυσώμεθα. ἔστι γὰρ οὕτως ἰδεῖν, οὐ τῆς ἑαυτοῦ φύσεως κατηγοροῦντα τὸν Υἱὸν δι' αὐτοῦ τοῦ λέγειν μὴ δύνασθαί τι ποιεῖν ἀφ' ἑαυτοῦ, ἀλλὰ μᾶλλον τὴν τῶν Ἰουδαίων ἀπόνοιαν ἐξελέγχοντα, καὶ αὐτὸν δὲ τὸν διὰ Μωυσέως πατήσαντας νόμον διαῤῥήδην ἐπιδεικνύοντα. τὸ γὰρ εὐθὺς ἐπεισάγεσθαι τῷ Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδὲν, τό Καθὼς ἀκούω κρίνω, λοιδορίας μὲν ἁπάσης τῆς ἐπὶ τῷ μή τι δύνασθαι δρᾶν ἐξ οἰκείας δυνάμεως ἐλευθεροῖ τὸν Υἱόν· φιλοπάτορα δὲ μᾶλλον καὶ συνεθελητὴν τῷ γεννήσαντι κατὰ πάντα σαφῶς ἀποφαίνει. εἰ γὰρ ὡσπερεὶ τυχὸν ἀτονήσας τὴν ἐκ Πατρὸς ἐδανείζετο δύναμιν, ὡς οὐκ ἐξαρκοῦσαν ἔχων ἀφ' ἑαυτοῦ, πῶς οὐκ ἔδει μᾶλλον εἰπεῖν Οὐ δύναμαι ἐγὼ ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδὲν, λαμβάνω δὲ τὸ δύνασθαι παρὰ τοῦ Πατρός; νυνὶ δὲ τοῦτο μὲν οὐκ εἰπὼν, ἐπενεγκὼν δὲ μᾶλλον τῷ μή τι δύνασθαι δρᾶν ἀφ' ἑαυτοῦ, τὸ κρίνειν οὕτως ὥσπερ ἂν καὶ ἀκοῦσαι, δῆλος ἂν εἴη λοιπὸν, οὐκ ἐπ' ἀσθενείᾳ τῇ κατ' ἐνέργειαν τὴν ἐπί τισι τὸ μὴ δύνασθαι τεθεικὼς, ἀλλ' ἐπὶ τῷ μὴ ἐνδέχεσθαι παραβαίνειν αὐτὸν κατά τι γοῦν τὸ θέλημα τοῦ Πατρός. μιᾶς