Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.354
Not analysed yet
γὰρ θεότητος τῆς ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης, ἔσται δήπου πάντως καὶ θέλημα ταὐτὸν, οὔτε δὲ ἐν Πατρὶ, οὔτε μὴν ἐν Υἱῷ, ἢ καὶ τῷ Ἁγίῳ Πνεύματι στασιάζουσά ποτε καθ' ἑαυτῆς ἡ θεία φύσις νοηθήσεται, ἀλλ' ὅπερ ἂν δόξαι τῷ Πατρὶ τυχὸν, τοῦτο πάσης ἐστὶ τῆς θεότητος θέλημα. Ἀναγκαίως τοιγαροῦν ὁ Υἱὸς, συνευδοκητὴν ὥσπερ τινὰ καὶ συγκατανεύοντα τῷ Πατρὶ πρὸς τὴν ἐφ' ᾧπερ ἂν δόξειε ψῆφον, ἑαυτὸν εἰσφέρει, μὴ δύνασθαί τι δρᾶν ἐξηγούμενος, ὃ μὴ πάντως ἐστὶ κατὰ γνώμην τοῦ Πατρός· τοῦτο γὰρ ἡμῖν σημαίνει τό Ἀπ' ἐμαυτοῦ. ὥσπερ ἂν εἰ λέγοι μὴ δύνασθαι δρᾶν ἁμαρτίαν, οὐκ ἄν τῳ δόξαι δικαίως ἀσθενείας ὑπομεῖναι γραφὴν, ἐξηγεῖσθαι δὲ μᾶλλον ἀξιάγαστόν τι καὶ θεοπρεπὲς τῆς οἰκείας φύσεως ἰδίωμα· ὅτι γὰρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὑπάρχει δίδωσι νοεῖν· οὕτως ὅταν ἀφ' ἑαυτοῦ μὴ δύνασθαί τι ποιεῖν ὁμολογῇ, καταπλαγησόμεθα μᾶλλον φύσεως ἀτρέπτου καρπὸν ὁρῶντες τὸ ἄτρεπτον, ἤπερ οὐκ εὐκαίρως ὡς ἀσθενείας σημαντικὸν τὸ μὴ δύνασθαι λογιούμεθα. Ταῦτα δὲ πάλιν ἡμῖν ἀναλόγως μὲν τοῖς ἡμετέροις εἰρήσθω μέτροις· ἐρευνάτω δὲ ὁ φιλομαθὴς τὰ βελτίονα. διερμηνεῦσαι γεμὴν καὶ ἑτέρως τὸ ῥητὸν οὐκ ὀκνήσομεν, βραχύ τι τῶν τῆς θεότητος ὅρων καὶ τῆς τοῦ Μονογενοῦς ὑπεροχῆς τὸν λόγον ὑποβιβάζοντες· καὶ ἐπείπερ ἄνθρωπος γέγονέ τε ὄντως καὶ κεχρημάτικεν ὁ Υἱὸς, ἐπὶ τὴν μετὰ σαρκὸς οἰκονομίαν τὴν τῶν θεωρημάτων μεταῤῥυθμίζοντες δύναμιν, συγγενῆ τε καὶ συνημμένα τοῖς προαποδεδομένοις καὶ τὰ ἐφεξῆς ἐπιδεικνύντες. οὐκοῦν ὅτι καὶ "ἀκούσονται "τῆς φωνῆς αὐτοῦ πάντες οἱ ἐν τοῖς μνημείοις," καὶ ὅτι καὶ κριθησόμενοι προελεύσονται διεμαρτύρατο σαφῶς. ἐπειδὴ δὲ ἅπαξ εἰς τὸν περὶ τοῦ κρίνειν αὐτὸν τὴν οἰκουμένην