Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.355
Not analysed yet
ἐκβέβηκε λόγον, οὐ μόνον ὅτι κατ' ἐκεῖνο καιροῦ, καθ' ὃ ἔσεσθαί φησι τὴν τῶν νεκρῶν ἀναβίωσιν, δίκαιος ἔσται κριτὴς ἐπαγγέλλεται, ἀλλὰ γὰρ ἤδη καὶ τὰ ἐν τῷδε τῷ βίῳ πράγματα κρίνειν ὀρθῶς καὶ δικαίως διισχυρίζεται. τί δὲ ἦν τὸ ζητούμενον ἢ καὶ ἐπὶ τίσιν ὅλως ὁ λόγος, ἄκουε λοιπόν. ἐγεννήθη δι' ἡμᾶς ἐκ γυναικός· ὡς γὰρ ὁ Παῦλός φησιν "Οὐκ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἁβραάμ· "ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι." ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος καὶ ἐν τῇ τοῦ δούλου μορφῇ, γέγονε καὶ ὑπὸ νόμον ὁ νομοθέτης ὡς Θεὸς καὶ Κύριος. λαλεῖ τοιγαροῦν ποτὲ μὲν ὡς ὑπὸ νόμον, ποτὲ δὲ αὖ πάλιν ὡς ὑπὲρ τὸν νόμον, καὶ ἀκατηγόρητον ἐπ' ἀμφοῖν ἔχει τὴν ἐξουσίαν. διαλέγεται δὲ νυνὶ πρὸς Ἰουδαίους, ὡς νομοφύλαξ καὶ ἄνθρωπος, ὡς οὐκ εἰδὼς παραβαίνειν τὰς ἄνωθεν ὁρισθείσας ἐντολὰς, οὐδὲ ἀπὸ γνώμης οἰκείας ἀνεχόμενός τι ποιεῖν, ὃ μὴ τῷ θείῳ νόμῳ συνδοκεῖ. διὰ τοῦτό φησιν Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδὲν, καθὼς ἀκούω κρίνω· ἑαυτῷ δὲ τὸ μὴ δύνασθαί τι ποιεῖν ἀφ' ἑαυτοῦ μαρτυρῶν, ὃ μὴ πάντως ἐστὶ καὶ θελητὸν τῷ νόμῳ, κρίνειν τε οὕτω καὶ δικάζειν τοῖς πράγμασιν, ὥσπερ ἂν ἀκοῦσαι, διαγορεύοντος δηλονότι τοῦ νόμου, τὰς τῶν Ἰουδαίων ἀπειθείας ἐξελέγχει, καὶ τρόπων αὐτῶν ἀπογυμνοῖ τὸ ἐξήνιον. τοῦτο γὰρ δὴ καὶ ὑπεμφαίνει καλῶς τεθειμένον τό Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδὲν, ἀντὶ τοῦ Ὑμεῖς ἀφυλάκτως τὰς δοθείσας ὑμῖν παραβαίνοντες ἐντολὰς, πάντα πράττειν ἀφ' ἑαυτῶν ὡς ἐξ ἀκινδύνου λοιπὸν ἐθαρσήσατε, καὶ τὰς ἐφ' ἑκάστῳ τῶν πραγμάτων κρίσεις οὐκ ἀκολουθούσας τοῖς θεόθεν διατεταγμένοις ποιεῖσθαι σπουδάζετε. διδάσκετε γὰρ "διδασκα"λίας ἐντάλματα ἀνθρώπων," καὶ νόμον ὡρίσασθε τὸ οἰκεῖον θέλημα.