Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.356
Not analysed yet
Τίς οὖν ὁ τῆς διασκευῆς τῆς ἐν τούτῳ τρόπος, ἢ πῶς ἑαυτὸν μὲν εἰσάγει κρίνοντα δικαίως, ἐκείνους δὲ οὐδαμῶς, εἰρήσεται πάλιν. τεθεράπευκεν ἐν σαββάτῳ τὸν παράλυτον, ἠλέησεν ἄνθρωπον μακροὺς ἐν νοσήματι κατατρίψαντα χρόνους, ὀρθὴν δηλονότι καὶ ἀγαθὴν ἐπ' αὐτῷ τὴν κρίσιν ἐξενεγκών. ἔδει γὰρ ἐποικτείρειν καὶ ἐν σαββάτῳ τὸν κείμενον, καὶ συστεῖλαι μὲν τὸν ἔλεον οὐδαμῶς αἰδοῖ τῇ περὶ τὸ σάββατον, εἰκαιοτάτην ἐπιτηδεύοντα τὴν εὐλάβειαν. ὥσπερ δὲ καὶ ἐν σαββάτῳ καὶ ὁ Πατὴρ ἐνεργὸς περὶ τὴν τῶν κτισμάτων οἰκονομίαν ἐστὶ, πάντως δὲ δι' Υἱοῦ, οὕτω καὶ αὐτός· οὐδὲ γὰρ ἀποστερεῖσθαι δεῖν τὸν ἐλέου δεόμενον ἐν σαββάτῳ διὰ τὸ σάββατον ἐδοκίμαζεν, ἐπεὶ κύριον ᾔδει τοῦ σαββάτου τὸν υἱὸν τοῦ ἀνθρώπου· οὐδὲ γὰρ ὁ ἄνθρωπος διὰ τὸ σάββατον ἐγένετο, ἀλλὰ τὸ σάββατον διὰ τὸν ἄνθρωπον. οὐκοῦν ὀρθὴ μὲν ἐπὶ τούτοις καὶ ἀγαθὴ τοῦ Σωτῆρος ἡ κρίσις, οὐ διὰ τὸ σάββατον τὴν ἐπὶ τῷ κειμένῳ φιλανθρωπίαν ἀποκωλύσαντος, ἀλλ' ὅπερ οἶδεν ὡς Θεὸς ἐνεργεῖν· πηγὴ γὰρ ἀγαθότητος ἡ θεία φύσις ἐστί· τοῦτο καὶ ἐν σαββάτῳ ποιήσαντος. ἡ δέ γε τῶν Ἰουδαίων κρίσις ἡ ἐπ' αὐτῷ λυπουμένων διὰ τὸ σάββατον, καὶ διὰ τοῦτο φονώντων κατὰ τοῦ μηδὲν ἀδικήσαντος, πῶς οὐ λίαν ἐστὶ τοῖς μὲν θείοις ἀπᾴδουσα νόμοις· γέγραπται γάρ "Ἀθῷον καὶ δίκαιον "οὐκ ἀποκτενεῖς;" ἐξ ὠμότητος δὲ μᾶλλον τῆς ἀπ' αὐτῶν, καὶ οὐκ ἐκ τῶν ἱερῶν ηὑρημένη γραμμάτων; Δέχου τοίνυν ἐπὶ τούτοις μετ' ἐμφάσεώς τινος λέγοντα τὸν Ἰησοῦν πρὸς τοὺς ἐφ' οἷς εὐεργετεῖ χαλεπαίνοντας, καὶ τοῖς μὲν ὁσίοις αὐτοῦ κρίμασιν ἐπισκήπτοντας, ἀκολουθοῦντας δὲ μοναῖς ταῖς ἑαυτῶν ἐννοίαις, καὶ τὸ δόξαν ἔχειν ὀρθῶς νόμον ὥσπερ ὁριζομένους, κἂν ἀπᾴδῃ τῷ νόμῳ Οὐ