Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.357
Not analysed yet
δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδὲν, ἀντὶ τοῦ Πάντα κατὰ νόμον πράττω τὸν ὁρισθέντα διὰ Μωυσέως, οὐδὲν ἀπ' ἐμαυτοῦ ποιεῖν ἀνέχομαι, καθὼς ἀκούω κρίνω. τί γὰρ ὁ νόμος βούλεται; "Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις τοῦ "Θεοῦ ἐστι." τί τοίνυν "ἐμοὶ χολᾶτε, φησὶν, ὅτι ὅλον "ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ," Μωυσέα μὴ κρίνοντες καὶ ἐν σαββάτῳ περιτέμνεσθαι δεῖν τὰ βρέφη διαταξάμενον; "Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν "κρίνετε. εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, "ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως," ἀπερισκέπτως οὕτως ἀσχάλλετε τεθεραπευμένον ὅλον ἄνθρωπον ἐν σαββάτῳ θεώμενοι. οὐκοῦν ἐγὼ μὲν ἔκρινα δικαίως, ὑμεῖς δὲ οὐκέτι, πάντα γὰρ ἀφ' ἑαυτῶν ποιεῖτε. ἐγὼ δὲ οὐ δύναμαι ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδὲν, καθὼς ἀκούω κρίνω καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ ἐμὸν θέλημα, καθάπερ ὑμεῖς, ἀλλὰ τὸ τοῦ πέμψαντός με Πατρός. Τίς δὲ ὁ τρόπος τῆς ἀποστολῆς, καὶ ὁ τοῦ πεπέμφθαι λόγος, διὰ πολλῶν ἤδη πρότερον εἰρηκότες, τὸ λέγειν ἔτι περὶ τούτων παρήσομεν· πλὴν ἐκεῖνο χρησίμως ἐπιτηρητέον, ὅτι θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς τὸν νόμον εἶναί φησιν. Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. Ὁ σοφώτατος Σολομὼν τὰ ἐφ' οἷσπερ ἄν τις καὶ μάλα εἰκότως ἐπισεμνύνοιτο, καὶ ἀξιοζήλωτον τὸν οἰκεῖον ἀποφαίνει τρόπον, συλλέγων τε ἅμα καὶ προτιθεὶς τοῖς ἐπιεικεστέροις εἰς τὸ μαθεῖν "Δίκαιος, φησὶν, ἑαυτοῦ κατήγορος ἐν πρωτο-