Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.358
Not analysed yet
"λογίᾳ·" καὶ πάλιν "Ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ "σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη." ἔστι γὰρ ὄντως φορτικὸν καὶ χρῆμα τοῖς ἀκροωμένοις δυσφορητότατον τὸ μὴ διὰ τῆς ἑτέρων ἐπαινεῖσθαι φωνῆς ἐθελῆσαί τινας, ἀλλ' ἑαυτοῖς ἀνέδην ἐπιμαρτυρεῖν τὰ κάλλιστα καὶ ἐξαίρετα. ἀπιστοῖτο δ' ἂν καὶ λίαν εἰκότως ὁ τοιοῦτος λόγος· πεφύκαμεν γὰρ ὥσπερ τισὶ φυσικοῖς τε καὶ ἀναγκαίοις φιλαυτίας ὁλκοῖς καλεῖσθαι σπουδαίως εἰς τὸ φαῦλον μὲν ἑαυτοῖς ἐπιγράφειν οὐδὲν, ἀεὶ δὲ περιτιθέναι, καὶ οὐ πάντως ἀληθεύοντας, τὰ ἐφ' οἷς ἂν οἴηταί τις ὁρᾶσθαι κόσμιός τε καὶ ἀγαθός. Ἐπειδὴ τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἑαυτῷ τὸ τὰ δίκαια κρίνειν ἐπεψηφίζετο, μὴ δύνασθαί τι δρᾶν ἀφ' ἑαυτοῦ διαῤῥήδην εἰπὼν, κανόνα δὲ ὥσπερ ἐφ' ἅπασι τοῖς πρακτέοις ποιεῖσθαι τὴν τοῦ Πατρὸς βούλησιν, καὶ τοῦτο λέγων, αὐτὸς ἐφ' ἑαυτῷ μάρτυς εἰσβέβηκεν, εἰ καὶ ἦν ἀληθὴς, ἀναγκαίως καὶ τῆς παρὰ τῶν Φαρισαίων εὑρεσιλογίας φροντίσας, ὅπερ ἔμελλον ἐρεῖν ἀμαθαίνοντες· οὐ γὰρ ᾔδεσάν πως κατὰ φύσιν ὄντα Θεόν· εἰς μέσον ἄγει προλαβὼν, καὶ φησίν Ἐρεῖτε δὴ πάντως, ταῖς τῶν πολλῶν συνηθείαις ἑπόμενοι, καὶ τὴν Ἰουδαίοις πρέπουσαν ἀπόνοιαν οὐκ ἐκβαίνοντες "Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ "ἔστιν ἀληθής·" ἀλλὰ πρὸς τοῦτο πάλιν ἀντακούσεσθε, φησίν Ἀνέχομαι δυσφημούντων ἔτι, χαλεπαίνω δὴ λίαν οὐδαμῶς τὰ ἐξ ἀμαθίας τῆς ὑμῖν φιλαιτάτης ἐρευγομένων ῥήματα· δίδωμι καθ' ὑπόθεσιν, καλῶς παρ' ὑμῶν εἰρῆσθαι καὶ τοῦτο· ἔστω, τὴν ἐμὴν παρακρούεσθε φωνὴν, ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ. σημαίνει δὲ διὰ τούτου τὸν ἐν τοῖς