Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.359
Not analysed yet
οὐρανοῖς ὄντα Θεὸν καὶ Πατέρα, κατὰ πολλοὺς ἤδη τρόπους τὸ γνήσιον τῆς οὐσίας ἐπιμαρτυρήσαντα τῷ ἰδίῳ γεννήματι, οὗ καὶ εἰδέναι τὴν μαρτυρίαν φησὶν, ὡς ἔστιν ἀληθὴς, ἀξιοπιστοτάτην ὄντως καὶ ἀληθῆ καὶ τὴν ἑαυτοῦ ψῆφον ἐπιδεικνύς· ἵνα γὰρ μὴ καταδεξάμενος ὥσπερ τὸ ψευδῆ λέγειν ἑαυτὸν περὶ ἑαυτοῦ, χώραν τινὰ πάλιν κακονοίας καὶ παρείσδυσιν τοῖς ἑτεροδοξεῖν εἰθισμένοις παράσχοι καθ' ἑαυτοῦ, ἀναγκαίως ἐπιδοὺς τῷ πρέποντι καὶ τῇ συνηθείᾳ τὸ μὴ χρῆναι πάντως ὡς ἀληθῆ πιστεύεσθαι τὸν ἑαυτὸν ἐπαινοῦντα καὶ ἀποδεχόμενον, ἀνατρέχει πάλιν ὡς Θεὸς ἐπὶ τὴν ἑαυτῷ χρεωστουμένην ἀξίαν, καὶ εἰδέναι φησὶ τὴν τοῦ Πατρὸς μαρτυρίαν ὡς ἔστιν ἀληθὴς, μονονουχὶ τοῦτο διδάσκων, ὅτι Θεὸς ὢν ἀληθινὸς, οἶδα, φησὶν, ἐμαυτὸν, κεχαρισμένον δὲ οὐδὲν ὁ Πατὴρ ἐρεῖ περὶ ἐμοῦ· ἔχω γὰρ οὕτω κατὰ φύσιν, ὥσπερ ἂν οὖν καὶ αὐτὸς ἀληθὴς ὢν ἐπιψηφίσαιτο. οὐκοῦν ἐν ἐκείνῳ μὲν συγκαταβατική τις ὥσπερ συναίνεσις ἦν, καὶ ὑποθετικὸς μᾶλλον ἤπερ ἀληθὴς ὁ λόγος· ἐν δὲ τῷ εἰδέναι λέγειν τὴν τοῦ Πατρὸς μαρτυρίαν ἀληθῆ, τῆς Θεῷ πρεπούσης ἀξιοπιστίας ἐπίδειξις. Σημειωτέον δὲ πάλιν, ὅτι κατ' ἰδίαν ὑπόστασιν ἄλλος ἐστὶν ὁ Πατὴρ παρὰ τὸν Υἱὸν, καὶ οὐχ ὥσπερ ἔδοξέ τισι τῶν ἀπαιδεύτων αἱρετικῶν, υἱοπάτωρ εἰσφέρεται. Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. Ὥσπερ ἀρτίως αἰσχρὸν εἶναι διεβεβαιούμεθα, καὶ τῆς ἐσχάτης εὐηθείας οὐκ ἀμοιρεῖν, τὸ τῶν οἰκείων πλεονεκτημάτων θαυμαστὴν ὁρᾶσθαί τινα, καὶ εἰ παραιτοῖτο τὸ ψεύδεσθαι διὰ πολλὴν ἀρετὴν, οὕτως ἀδελφὴν ὥσπερ ἔχει καὶ γείτονα τὴν ἀτοπίαν ἐκείνῳ, τὸ μὴ κεκλημένους ἐπὶ τὴν ἐπί τισι μαρτυρίαν ἰέναι τινὰς, αὐτομόλους δὲ τοῖς δικάζουσιν, ἤγουν τοῖς διερωτᾶν ἐθέλουσιν ἀναφαίνεσθαι. δόξαι γὰρ ἂν