Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.360
Not analysed yet
ὁ τοιοῦτος καὶ οὐκ ἀπὸ σκοποῦ μὴ πάντως ἐπείγεσθαι λέγειν τὸ ἀληθὲς, τὸ δὲ λίαν προθύμως ἐθελῆσαι μαρτυρεῖν, οὐχ ὅπερ ἔχει τοῦ πράγματος ἡ φύσις, ἑαυτῷ δὲ μᾶλλον τὸ δοκοῦν ἀποφαίνεσθαι. ἐντεχνέστατα τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, μᾶλλον δὲ ὡς Θεὸς, καὶ τὴν ἐπὶ τούτοις τῶν Φαρισαίων προανατρέπων αἰτίαν φησίν Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην· οὐκ αὐτόκλητος, φησὶ, πρὸς τὴν ἐπ' ἐμοὶ ψῆφον ὁ βαπτιστὴς, ἔξω τῆς ἐπὶ τούτῳ κείσεται γραφῆς, ἐλευθέραν ἐποιήσατο τὴν μαρτυρίαν. ὑμεῖς ἐρωτῶντες ἀπεστείλατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. ἐρωτώμενος γὰρ παρ' ἐκείνων, οἵπερ ἦσαν πρὸς αὐτὸν ἀπεσταλμένοι, εἰ αὐτός ἐστιν ὁ Χριστός "Ὡμολόγησε καὶ οὐκ "ἠρνήσατο· ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ Χριστὸς, ἀλλ' "ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου." μεμαρτύρηκεν οὖν τῇ ἀληθείᾳ, ἀλήθεια γὰρ ὁ Χριστός. Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. Οὐχ ὡς ἄχρηστον ἀποπέμπεται τὴν Ἰωάννου φωνὴν, οὐδὲ ἀργὸν ἀποφαίνει τῆς ἀληθείας τὸν μάρτυρα· ἢ γὰρ ἂν ἔδοξε δικαίως αὐτός τι καθ' ἑαυτοῦ τῶν ἀτόπων ἐργάζεσθαι, τοῦ χρῆναι πιστεύεσθαι παραλόγως ἐκπέμπων ὃν αὐτὸς ἔπεμψε βοᾶν "Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς "τρίβους τοῦ Θεοῦ ἡμῶν·" ἀλλ' ὡς ἀμετρήτῳ δυσηκοΐᾳ τῶν Ἰουδαίων μαχόμενος, ἐπὶ τὰ μείζω τε καὶ ἀξιολογώτερα χωρεῖ, οὐκ ἀναγκαίως μὲν ἐξ ἀνθρώπου φωνῆς τὴν ἐφ' ἑαυτῷ δέχεσθαι μαρτυρίαν εἰπὼν, μᾶλλον δὲ ἀπὸ τῆς πρεπούσης ἐξουσίας τῷ κατὰ φύσιν ὄντι Θεῷ, καὶ ἀπὸ τῆς ἐν ταῖς θεοσημείαις ὑπεροχῆς, λαμπροτέραν ποιήσασθαι τὴν ἀπόδειξιν. ἀνθρώπου μὲν γὰρ ἔσθ' ὅτε παρακρούσαιτ' ἄν τις φωνὴν, ὡς οὐκ ἀληθεύουσαν, εἰ καί τις εἴη τυχὸν τῶν ἐν