Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.37
Not analysed yet
παντελῶς· οὐκοῦν οὐχ Υἱὸς, ἀλλ' οὐδὲ ὅλως Θεός. πῶς γὰρ ἂν καὶ καλοῖτο Υἱὸς ὁ μὴ ἐκ Πατρὸς, ἢ πῶς ἔτι Θεὸς, ὁ μὴ ἐκ Θεοῦ κατὰ φύσιν; ἐπειδὴ δὲ εἰς Υἱὸν ἡ πίστις, ἔτι κατὰ τὸ εἰκὸς πλανώμεθα, τὸν ἀληθινὸν οὐκ ἐπεγνωκότες Θεόν. ἀλλὰ τοῦτο ἄτοπον· πιστεύοντες δ' εἰς Υἱὸν, καὶ εἰς τὸν Πατέρα πιστεύομεν, καὶ εἰς τὸ Ἅγιον Πνεῦμα δηλαδή. οὐκ ἄρα ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐλάττων, ἀλλότριος ὁ Υἱὸς, ἀλλ' ἓν ὡς πρὸς αὐτὸν, διὰ τό Ἐξ αὐτοῦ κατὰ φύσιν, ἴσος τε διὰ τοῦτο καὶ τέλειος. Ἄλλο. Εἰ μὲν Υἱός ἐστι κατὰ ἀλήθειαν ὁ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας Θεὸς Λόγος, ἀνάγκη πᾶσα καὶ οὐχ ἑκόντας τοὺς δι' ἐναντίας ὁμολογεῖν ἐκ τῆς οὐσίας αὐτὸν ὑπάρχειν τῆς τοῦ Πατρός. τοῦτο γὰρ ἡ κατὰ ἀλήθειαν υἱότης σημαίνει. εἶτα πῶς ὁ τοιοῦτος ἐλάττων ἐστὶ τοῦ Πατρὸς, εἴπερ ἐστὶν οὐσίας καρπὸς, οὐδαμόθεν τὸ ἔλαττον ἐφ' ἑαυτῇ δεχομένης; πάντα γὰρ τελείως ἐν τῷ Θεῷ. εἰ δὲ οὐκ ἔστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, οὐδὲ Υἱὸς ἄρα· νόθος δὲ ὥσπερ τις καὶ ψευδώνυμος. ἀλλ' οὐδὲ αὐτὸς ὁ Πατὴρ, πατὴρ ἂν καλοῖτο δικαίως τε καὶ ἀληθῶς· Υἱοῦ γὰρ οὐκ ὄντος τοῦ κατὰ φύσιν, δι' ὅν ἐστι πατὴρ, πῶς ἂν νοοῖτο πατήρ; ἀλλὰ τοῦτο ἄτοπον· ἔστι δὲ Πατὴρ ἀληθινὸς ὁ Θεός· τοῦτο γὰρ δὴ καὶ ὅλαι βοῶσιν αἱ θεῖαι γραφαί· Υἱὸς ἄρα πάντως ὁ ἐξ αὐτοῦ φυσικῶς. εἰ δὲ τοῦτο, οὐκ ἐλάττων· ὁμοούσιος γὰρ ὡς Υἱός. Ἄλλο. Τὸ τῆς πατριᾶς ἤτοι πατρότητος ὄνομα οὐκ ἐξ ἡμῶν κυρίως ἔχει Θεὸς, ἀλλ' ἡμεῖς μᾶλλον ἐξ αὐτοῦ λαβόντες ὁρώμεθα. πιστὸς δὲ ὁ λόγος Παύλου βοῶντος ὡδί "Ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται." ἐπειδὴ