Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.367
Not analysed yet
ἀνοήτους Φαρισαίους καλεῖ πρὸς ὑπόμνησιν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς φωνῆς, λέγοντός που περὶ αὐτοῦ "Ἡτοίμασα "λύχνον τῷ Χριστῷ μου." σφόδρα δὲ χρησίμως τε καὶ ἀναγκαίως τοῖς ἤδη προειρημένοις ἐπάγει νυνὶ τὰ τοιαῦτα Χριστός. ἐπειδὴ γὰρ πᾶσαν ἀποκλείων τοῖς Ἰουδαίοις ἀπειθείας ἀφορμὴν, καὶ πανταχόθεν αὐτοὺς συνελαύνων εἰς τὸ χρῆναι πιστεύειν αὐτῷ, συναινεῖν ἔδοξέ πως εἰς τὸ μὴ δέχεσθαι τὴν μαρτυρίαν τὴν παρ' αὐτοῦ, εἰπών "Ἐγὼ δὲ "οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω·" ἵνα μὴ δοκοῖεν ὄντως τε καὶ ἀληθῶς οὕτω διακεῖσθαι περὶ τοῦ προδρόμου τὸν Κύριον, ὥσπερ οὖν ἔχει τοῦ λόγου τὸ σχῆμα, χρησίμως εἰς τὸ παρὸν, οὐχ ἑαυτόν τι λέγοντα περὶ αὐτοῦ, διὰ δὲ τῆς τοῦ Πατρὸς φωνῆς εἰσφέρει βοώμενον· ᾤετο γὰρ δεῖν αἰδοῖ μάλιστα τῇ πρὸς Θεὸν καὶ Πατέρα, τὸν ἀντιτείνοντα δυσωπεῖν, ἤγουν ἤδη γυμνότερον θεομαχοῦντα δεικνύειν, ὡς καὶ αὐτοῖς τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀνέδην ὑπαντιάζοντα λόγοις. Ἦν οὖν φησιν ἐκεῖνος ὁ λύχνος, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. ἔδει γὰρ οὐ μόνον τοῦ πρέποντος ἀποφοιτῶντας εὐκόλως, καὶ διὰ πολλὴν ἀνοσιότητα τρόπων τὸ ἐθελῆσαι πιστεύειν ἐξωθουμένους, ἐπιδεῖξαι τοὺς Φαρισαίους, ἀλλὰ καὶ ἁψικόρους ὄντας ἐλέγχειν, καὶ προσεδρεύειν μὲν τῇ ἐφέσει τῶν ἀγαθῶν οὐδαμόθεν κατειθισμένους, ἀπογευομένους δὲ μόλις, καὶ ὅσον ἐν ῥήμασιν ἐπαινέσαντας μόνον τοὺς οἵπερ ἂν δόξειαν εἶναι σεπτοὶ, ταχὺ πρὸς τὴν ἐναντίαν ἕξιν μεταχωρεῖν οὐκ αἰσχυνομένους· τοῦτο γὰρ οἶμαι σημαίνειν τὸ ἐθελῆσαι πρὸς ὥραν ἀγαλλιαθῆναι ἐν τῷ φωτὶ αὐτοῦ. ἀπεθαύμαζον μὲν γὰρ ἐν ἀρχαῖς τὸν ἅγιον βαπτιστὴν, ὡς ἀσκητὴν, ὡς φιλόθεον, ὡς εὐλαβείας ἁπάσης ὑπογραμμὸν, ἀλλ' οἱ τιμῶντες τῷ θαύματι, πάλιν