Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.38
Not analysed yet
δὲ Θεὸς τὸ πάντων ἐστὶ πρεσβύτατον, κατὰ μίμησιν δηλονότι πατέρες ἡμεῖς, οἱ πρὸς τὸ ἐκείνου σχῆμα διὰ τοῦ πεποιῆσθαι κατ' εἰκόνα κεκλημένοι. εἶτα πῶς, εἰπέ μοι, λοιπὸν οἱ καθ' ὁμοίωσιν γεγονότες αὐτῷ, κατὰ φύσιν ἐσμὲν τῶν οἰκείων τέκνων πατέρες, εἰ μὴ πρόσεστι τοῦτο τῇ ἀρχετύπῳ εἰκόνι, πρὸς ἣν καὶ μεμορφώμεθα; πῶς δ' ἂν ὅλως τὸ τῆς πατριᾶς ἤτοι πατρότητος ὄνομα καὶ εἰς τοὺς ἄλλους ἐκβῆναι παρὰ Θεοῦ δοίη τις ἂν, εἴ γε ὄντως οὐκ ἔστι πατήρ; φαίνεται γὰρ, ἂν οὕτως ἔχῃ, παντελῶς ἀνεστραμμένη τοῦ πράγματος ἡ φύσις, ἡμεῖς δὲ μᾶλλον αὐτῷ καθ' ὁμοίωσιν τὴν πρὸς ἡμᾶς τό Πατὴρ καλεῖσθαι δώσομεν, ἤπερ αὐτὸς ἡμῖν. τοῦτο γὰρ ὁ λόγος συνομολογεῖν ἀναγκάσει καὶ ἄκοντα τὸν αἱρετικόν. οὐκοῦν ψεύδεται τῆς ἀληθείας ὁ μάρτυς, ἐξ αὐτοῦ λέγων πᾶσαν εἶναι πατριὰν ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς. ἀλλ' ἔστι τοῦτο φάναι τῶν ἀτοπωτάτων· ἀληθεύει γὰρ ὁ θαρσήσας εἰπεῖν "Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν "ἐμοὶ λαλοῦντος Χριστοῦ;" καὶ ἐκ Θεοῦ τὸ τῆς πατριᾶς ὄνομα καὶ εἰς ἡμᾶς καταῤῥεῖ. οὐκοῦν ἐστι κατὰ φύσιν τοῦ Λόγου Πατήρ· τέτοκε δὲ πάντως οὐκ ἀνόμοιον ἑαυτῷ, διὰ τοῦ τὸ ἔλαττον ἔχειν, ἢ ἐν οἷσπέρ ἐστιν αὐτός· οἱ γὰρ πρὸς μίμησιν γεγονότες ἡμεῖς τὴν ἐκείνου ἔχομεν οὐχ οὕτω τὰ ἐξ ἑαυτῶν γεννώμενα, ἴσα δὲ παντελῶς κατά γε τὸν τῆς φύσεως λόγον. Ἄλλο. Μὴ σοφιζέσθω τὴν ἀλήθειαν ὁ ποικίλος εἰς λόγους αἱρετικὸς, μηδὲ Υἱὸν ὁμολογῶν τὸν τοῦ Θεοῦ Λόγον, ψιλὴν αὐτῷ καὶ τὴν ἐν ῥήμασι μόνοις χαριζέσθω τιμὴν, οὐκ εἶναι λέγων αὐτὸν ἐκ τῆς οὐσίας τῆς τοῦ Πατρός. πῶς γὰρ ὅλως Υἱὸς, εἰ μὴ οὕτως ἔχοι κατὰ φύσιν; ἢ τοίνυν τὸ τῆς ὑποκρίσεως περιελόντες προσωπεῖον δυσφημείτωσαν ἀναφανδὸν, μήτε Θεὸν μήτε Υἱὸν ὁμολογοῦντες· ἢ εἴπερ ἐκ πάσης ἐλεγχόμενοι τῆς θείας γραφῆς, καὶ τοῖς τῶν ἁγίων