Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.379
Not analysed yet
μοῖς ὁρατὴν εἶναι δύνασθαι τὴν θείαν ᾤοντο φύσιν, καὶ φωνῇ σωματικῇ κεχρῆσθαι πεπιστεύκεισαν. ὅτι δὲ ἀληθὴς ἐπ' αὐτοῖς τοῦ Σωτῆρος ὁ λόγος ἦν, καὶ οὔτε φωνῆς ἀκηκόασί ποτε τοῦ Θεοῦ καὶ Πατρὸς, οὔτε μὴν ὄψει τῇ διὰ σώματος τεθέαταί τις τὸ εἶδος αὐτοῦ, τουτέστι τὸν ὅμοιον αὐτῷ κατὰ πάντα Λόγον, χρῆναι πάλιν ἐπιδεῖξαι σαφῶς ὑπολαμβάνω, τὰ ἐν τῇ ἐξόδῳ γεγραμμένα παραθέντα πρὸς ἔρευνάν τε καὶ βάσανον πνευματικήν. ἔχει δὲ οὕτως "Καὶ ἐξήγαγε Μωυσῆς "τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, "καὶ παρέστησαν ὑπὸ τὸ ὄρος τὸ Σινᾶ. τὸ δὲ ὄρος τὸ Σινᾶ "ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι τὸν Θεὸν ἐπ' αὐτοῦ "ἐν πυρὶ, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡς καπνὸς καμίνου· καὶ "ἐξέστη πᾶς ὁ λαὸς σφόδρα. ἐγίνοντο δὲ αἱ φωναὶ τῆς "σάλπιγγος προβαίνουσαι ἰσχυραὶ σφόδρα· Μωυσῆς ἐλά"λει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ." ὧδε μὲν οὖν ἡμῖν τὸ τοῦ πανσόφου Μωυσέως λόγιον ἔχει· δεῖν δὲ οἶμαι καὶ νῦν εἰς γελοιοτάτην κατολισθαίνοντας περὶ Θεοῦ δόξαν τοὺς Ἰουδαίους ἐλέγχειν, καὶ αὐτὸ τεθεᾶσθαι τὸ εἶδος οἰηθέντας αὐτοῦ, καὶ ἀκοῦσαι τῆς ὄντως ἐνούσης τῇ θείᾳ φύσει φωνῆς. Ἄγε δὴ τοίνυν τῇ τοῦ Σωτῆρος ἐπιθαρσοῦντες χορηγίᾳ καὶ χάριτι, τὴν τοῦ νομικοῦ παχύτητα γράμματος εἰς πνευματικὴν θεωρίαν ἀπολεπτύνωμεν· οὕτω γὰρ μάλιστα φανεῖται καὶ ἀληθὲς τὸ πρὸς Φαρισαίους εἰρημένον περὶ Θεοῦ Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε. τὸ μὲν οὖν διὰ Μωυσέως ἐξάγεσθαι τὸν λαὸν εἰς ἀπάντησιν τοῦ Θεοῦ, καθὰ γέγραπται, σημεῖον ἂν γένοιτο σαφὲς καὶ λόγος ὡς ἐν αἰνίγματι, τοῦ μὴ δύνασθαί τινας ἀπαιδαγωγήτως τε καὶ ἀνεπιστήτως ἰέναι πρὸς Θεὸν, νόμῳ δὲ μᾶλλον χειραγωγουμένους εἰς ἐπίγνωσιν ὧν ζητοῦσι μαθεῖν. Μωυσῆς