Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.39
Not analysed yet
λόγοις κατασφενδονούμενοι, δυσωποῦνται τὴν ἀλήθειαν, καὶ Υἱὸν εἶναι λέγουσι καὶ Θεὸν, μὴ φρονείτωσαν ὡς ἔστιν ἐλάττων τοῦ γεγεννηκότος. πῶς γὰρ ὅλως ἐπιδέξεται τὸ ἔλαττον ὡς πρὸς τὸν Πατέρα καὶ Θεὸν, Θεὸς ὢν ὁ Λόγος; καίτοι καὶ ἄνθρωπος ἀνθρώπου χρηματίζει τε καὶ ἔστιν υἱὸς, ἀλλ' οὐκ ἐλάττων ἔσται τοῦ πατρὸς κατά γε τὸ εἶναι ἄνθρωπος· ἄνθρωπος γὰρ ἀνθρώπου, καθὸ ἄνθρωπος, οὐκ ἂν εἴη μείζων ἢ ἐλάττων, ἀλλ' οὐδὲ ἄγγελος ἀγγέλου τυχὸν, καθὸ ἄγγελος, ἢ ἕτερόν τι τῶν ὄντων πρὸς πᾶν ὁτιοῦν ὁμοφυὲς, καὶ τὸν τῆς αὐτῆς οὐσίας λόγον ἀποκεκληρωμένον. οὐκοῦν εἰ κατὰ ἀλήθειάν ἐστιν Υἱὸς, ἀνάγκη λέγειν, ὡς ἔστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, πάντα τὰ ἐκείνης ἴδια φέρων ἐν ἑαυτῷ φυσικῶς· καὶ εἰ φύσει Θεὸς ὁ Πατὴρ, Θεὸς δηλονότι κατὰ φύσιν καὶ ὁ Λόγος ὁ ἐξ αὐτῆς γεννηθείς. πῶς οὖν ἐλάττων ἔσται Θεὸς Θεοῦ, κατ' αὐτὸ δὴ τοῦτο τὸ εἶναι Θεός; Ἄλλο. Πόθεν ὑμῖν, ὦ οὗτοι, πάρεστι τολμᾶν τὸ ἐν ἐλάττοσι κεῖσθαι λέγειν τὸν Υἱὸν, ἢ ἐν οἷς ἐστιν ὁ γεννήσας αὐτόν; κατὰ τίνα δὲ τρόπον τὸ ἔλαττον ἐπιδέξεται; κατὰ μὲν οὖν τὸν ἐν τῷ εἶναι χρόνον, οὐκ ἄν τις, οἶμαι, καὶ σφόδρα ληρῶν ὑπολάβοι· προαιώνιος γὰρ ὁ Υἱὸς, καὶ αὐτός ἐστι τῶν αἰώνων ὁ ποιητὴς, καὶ ὅτι οὐκ ἂν ὅλως περιορίζοιτο χρόνῳ, τὸ χρόνου παντὸς πρεσβυτέραν ἔχον τὴν γέννησιν, νοηθείη εἰκότως. ἀλλ' οὐδὲ ἐν ποσῷ τῷ κατὰ μέγεθος ἐλάττων αὐτοῦ· ἀμεγέθης γὰρ, ἄποσός τε καὶ ἀσώματος ἡ θεία νοεῖται καὶ ἔστι φύσις. πῶς οὖν ἄρα τὸ ἔλαττον ἐπὶ τοῦ γεννηθέντος δειχθήσεται; ἐν δόξῃ λοιπὸν, ἐρεῖ τις τυχὸν, ἐν δυνάμει, ἐν σοφίᾳ. λεγέτωσαν τοίνυν, πόσος ἐστὶν ἐν τούτοις καὶ πηλίκος ὁ Πατὴρ, εἴ γε χρὴ καὶ τοῦτο εἰπεῖν· ἵνα νοῆται λοιπὸν ἐλάττων ὁ Υἱὸς, ὡς πρὸς ἐκεῖνον ἐκμετρού-