Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.385
Not analysed yet
Ὅτι δὲ πολὺς ἔν τε τῷ νόμῳ καὶ τοῖς ἁγίοις προφήταις ὁ λόγος περὶ τῆς κατὰ φύσιν ζωῆς, τουτέστι τοῦ Μονογενοῦς, πᾶσιν οἶμαι τοῖς φιλομαθέσιν ὑπάρχειν καταφανές. Δόξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω, ἀλλ' ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. Αἰσθάνεται πάλιν, μᾶλλον δὲ ὁρᾷ θεοπρεπῶς, τὸ δυσπειθὲς καὶ δυσήνιον τῶν Φαρισαίων καταδακνόμενον στῖφος, καὶ οὐ πάντως ἐφ' οἷς ᾐτιᾶτο τὰς θείας ὡς οὐ δεόντως ἐρευνῶντας γραφὰς, ἀλλ' ἐπὶ τῷ μᾶλλον εἰπεῖν "Οὐ θέλετε "ἐλθεῖν πρὸς μέ." ἃ γὰρ αὐτοὶ νοσοῦσιν εὐκόλως, ταῦτα δύνασθαι κρατεῖν καὶ ἐπὶ τοῦ Σωτῆρος πιστεύουσιν· ᾤοντο γὰρ δὴ κατὰ τὸ εἰκὸς, ἐκ πολλῆς καὶ τοῦτο παθόντες ἀνοίας φιλαρχεῖν ἤδη κατ' αὐτῶν τὸν Κύριον, καὶ τὰς παρὰ πάντων τιμὰς ἑαυτῷ πραγματεύεσθαι θέλειν, διὰ τοῦ καλεῖν εἰς μαθητείαν αὐτούς. τοιαύτην τινὰ τὴν ὑπόνοιαν λαβόντες εἰς νοῦν, ἐκπεσεῖσθαι μὲν ὅσον οὐδέπω τῆς κατὰ τοῦ ἔθνους ἐξουσίας προσεδόκων αὐτοί· διεπρίοντο δὲ οὐ μικρῶς τὸν κληρονόμον ὁρῶντες ἀπαιτεῖν ἐθέλοντα τὸν τοῦ ἀμπελῶνος καρπόν. διὸ δὴ πάλιν, ὅσον ἧκεν εἰς ὀργὴν καὶ τοὺς ἐπὶ τοῖς εἰρημένοις φθόνους, μονονουχὶ λέγουσι τὸ ἐν ταῖς εὐαγγελικαῖς παραβολαῖς "Δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶ"μεν τὴν κληρονομίαν αὐτοῦ." ἀναιρῶν τοιγαροῦν τὴν ἐξ εἰκαιότητος ἐν αὐτοῖς κατεσπαρμένην ὑπόνοιαν, καὶ τὰ ἐκ φθόνου καὶ βασκανίας προαποῤῥιζῶν βλαστήματα, γυμνῇ λέγει τῇ φωνῇ Δόξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω. οὐ γὰρ καλῶ, φησὶν, εἰς μαθητείαν τὴν παρ' ἐμοὶ τοὺς ἀκροωμένους, ἢ τὰς παρ' ὑμῶν ἢ τὰς παρ' ἑτέρων τιμὰς, καθάπερ ὑμεῖς, θηρώμενος, οὐδὲ τοῦτον τῆς διδασκαλίας ἀντικομισαίμην ἂν τὸν μισθὸν, πληρεστάτην ἔχων τὴν δόξαν ἐξ