Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.386
Not analysed yet
ἐμαυτοῦ, καὶ οὐχ ὑστερίζουσαν τῆς παρ' ὑμῶν, ἀλλ' εἴρηκα μὴ θέλειν ὑμᾶς ἔρχεσθαι πρὸς μὲ διὰ τὸ γνῶναι σαφῶς Ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. ἔρημοι γὰρ ὄντες τῆς εἰς Θεὸν ἀγάπης, φησὶ, πῶς ἂν ἐφίκοισθε πρὸς μὲ τὸν ἐκ Θεοῦ πεφηνότα Θεὸν Μονογενῆ; Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Ἵνα μὴ δοκοῖεν οἱ Φαρισαῖοι διαλοιδορεῖσθαι μάτην αὐτοῖς τὸν Κύριον, διὰ τοῦ λέγειν "Οὐκ ἔχετε τὴν ἀγάπην "τοῦ Θεοῦ ἐν ἑαυτοῖς," πρᾶγμα δεικνὺς ἀληθὲς τὸ εἰρημένον, παρατίθησιν εὐθὺς τοῖς ἀνωτέρω καὶ τοῦτο· ὅτι γὰρ, φησὶν, οὐ διαψεύδομαι τῆς πρὸς τὸ θεῖον ἀγάπης ἐρήμους ὑμᾶς ὑπάρχειν εἰπὼν, δι' ἑνὸς ὑμῖν παραστήσω πράγματος. ἐγὼ μὲν γὰρ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου· πάντα γὰρ εἰς δόξαν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπείγεσθαι πράττειν ὑμᾶς ἀναπείθω· ἀλλὰ ταῖς ἀπειθείαις ἀπετινάξασθε μὲν τὸν ἄνωθεν ἥκοντα καὶ θεόθεν ὁρμώμενον· λήψεσθε δὲ πάντως· οἶδα γὰρ ὡς Θεὸς τὰ ἐσόμενα· τὸν ψευδώνυμον, οὐ τῷ Θεῷ καὶ τῷ Πατρὶ τὴν δόξαν ἀνατιθέντα, καὶ τὴν παρ' ὑμῶν ἀπαιτοῦντα πίστιν, ἀλλ' ὀνόματι τῷ ἰδίῳ πραγματευόμενον· ἐντεῦθεν, οἶμαι, συνεὶς καὶ ὁ μακάριος Παῦλος ἀληθές τι φησὶ περί τε τῶν Ἰουδαίων καὶ τοῦ τῆς ἀνομίας υἱοῦ "Ἀνθ' "ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι "αὐτοὺς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης "εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσιν ἅπαντες "οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ "ἀδικίᾳ." ἀπόδειξις τοίνυν τοῦ μὴ λόγοις εἰκαίοις βεβλῆ-