Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.387
Not analysed yet
σθαι τοὺς Φαρισαίους παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ εἰρημένον ἐστὶ, πράγματος ἐσομένου κατ' οἰκεῖον καιρὸν προφητείαν εἰσφέρον. Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; Φιλαρχοῦντας ἤδη καὶ τὰς ἐξ ἀνθρώπων τιμὰς ποιουμένους περὶ πολλοῦ τοὺς Φαρισαίους ἐλέγχει, λεληθότως ὑπαινιττόμενος ὅτιπερ σφόδρα ποιοῦσι κακῶς, τὰ νοσήματα τῆς οἰκείας ψυχῆς περιτιθέντες ἀβούλως τῷ κατὰ μηδένα τρόπον νοσεῖν εἰδότι Θεῷ. εἶτα τῆς φιλοδοξίας ἀπρὶξ ἐχομένους, δι' αὐτὴν τὰ κάλλιστα ζημιοῦσθαί φησι, τὴν πίστιν δὴ λέγων τὴν εἰς αὐτόν· ὅπερ δὴ καὶ ὁ Παῦλος ἡμῖν ὁρᾶται εἰπὼν σαφῶς "Εἰ γὰρ ἔτι, φησὶν, ἀνθρώποις ἤρεσκον, "Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην." πέφυκε τοίνυν ὥσπερ ἐξ ἀνάγκης συμβαίνειν τοῖς τὰς ἐξ ἀνθρώπων θηρωμένοις τιμὰς, τὸ τῆς ἄνωθεν ἀποπίπτειν δόξης καὶ παρὰ Θεοῦ τοῦ μόνου, καθά φησιν ὁ Σωτήρ. μόνον δὲ πάλιν φησὶ τὸν Θεὸν τοῖς τῶν ἐθνῶν ἀντιδιαστέλλων, καὶ οὐκ ἔξω τιθεὶς ἑαυτὸν τῆς τοῦ μόνου τιμῆς. ἀναβαίνει γὰρ, καθάπερ ἤδη πολλάκις εἰρήκαμεν, εἰς μίαν θεότητος φύσιν τε καὶ δόξαν τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος τὸ πλήρωμα. Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Φιλοδόξως μᾶλλον ἤπερ εὐσεβῶς διαζῆν ἐπείγεσθαι τοὺς Φαρισαίους εἰπὼν, διά τε τοῦτο πρὸς ἄμετρον ἀπείθειαν ἀποκλῖναι διδάξας, καὶ ἐξ αὐτοῦ φησι κατηγορηθήσεσθαι Μωυσέως, ἐφ' ᾧπερ ἦν ἔθος αὐτοῖς καὶ λίαν εὐτόνως ἀποσεμνύνεσθαι. καὶ γοῦν λέγοντός ποτε τοῦ ἐκ γενετῆς τυφλοῦ