Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.388
Not analysed yet
πρὸς αὐτοὺς περὶ Χριστοῦ "Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ "αὐτοῦ γενέσθαι;" διαῤῥήδην εὐθὺς ἀνακεκραγότες φασί "Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν "μαθηταί." κατηγορήσει τοίνυν, φησὶ, καὶ αὐτὸς ὑμῶν ὁ Μωυσῆς, ἐφ' ᾧ πᾶσαν ἔθεσθε τὴν ἐλπίδα, καὶ τῆς ἐνούσης ὑμῖν ἀπονοίας καταβοήσει παρὰ Θεῷ μετὰ τῶν ἄλλων καταφρονούμενος. καὶ οὐ δήπου νομιοῦμεν ἀνεγκλήτους εἶναι παρὰ Χριστῷ τοὺς ἀπειθοῦντας αὐτῷ, διὰ τὸ φάναι πρὸς Ἰουδαίους Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα. τί γὰρ δὴ καὶ ἐροῦμεν, ὅταν ἀκούσωμεν αὐτοῦ λέγοντος "Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώ"πων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός "μου τοῦ ἐν τοῖς οὐρανοῖς· ὅστις δ' ἂν ἀρνήσηταί με ἔμ"προσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν "τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς;" ἆρ' οὐκ εὐλόγως ὑπονοήσομεν κατηγορηθήσεσθαί ποτε παρὰ τῷ Θεῷ καὶ Πατρὶ διὰ τῆς ἀρνήσεως, τοὺς οἷσπερ ἂν τοῦτο συμβαίνῃ διὰ Χριστοῦ; ἀλλ' ὑπάρχειν οἶμαι τοῦτο παντί τῳ σαφές. οὐκοῦν οὐκ ἐλεύθεροι τοῦ κατηγορεῖσθαι πάντως εἰσὶν Ἰουδαῖοι, διὰ μακρᾶς ἀπειθείας ἀρνησάμενοι τὸν Χριστὸν, ἀλλ' εὐφυέστατα πάλιν ὁ πρὸς αὐτοὺς ἔχει λόγος. ἐπειδὴ γὰρ τὰς παρ' αὐτοῦ νουθεσίας ἀποσειόμενοι, καὶ ἐν τῷ μηδενὶ κατατάττοντες λόγῳ τὴν θείαν τε καὶ οὐράνιον διδασκαλίαν αὐτοῦ, ἐπὶ τὸ χρῆναι φυλάττειν ἀεὶ τὰ Μωυσέως βαδίζουσιν, ὡς καὶ γυμνότερον ἤδη βοῶντας ὁρᾶσθαι "Ἡμεῖς οἴδαμεν "ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν "πόθεν ἐστίν·" ἀναγκαίως δὴ σφόδρα καὶ εἰς αὐτὸν πλημμελοῦντας ἐλέγχει τὸν ἐφ' ᾧ μεγαλαυχῶσι Μωυσέα, καὶ δεηθήσεσθαι μὲν μηδαμῶς ἑτέρου κατηγοροῦντός φησιν, ἐξαρκέσειν δὲ μόνον αὐτοῖς καὶ τὸν δι' ἐκείνου νόμον, δι' ὧν ἀπειθοῦσιν αὐτῷ πρὸς τὸ χρῆναι λοιπὸν εὐλόγως κατη-