Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.389
Not analysed yet
γορεῖσθαι πεσοῦσι, κἂν ἡ τοῦ κρίνοντος ἀργήσῃ φωνὴ, τουτέστι Χριστοῦ. Εἰ γὰρ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. Ὑπὸ τοῦ πανσόφου Μωυσέως κατηγορηθήσεσθαι τοὺς Ἰουδαίους εἰπὼν, καὶ τὴν ἐπὶ ταῖς εἰς αὐτὸν ἀπειθείαις ὑπομεῖναι γραφὴν, ἐπιφέρει καὶ ταῦτα χρησίμως τὸ μὴ μάτην αὐτοῖς ἐπισκῆψαι διδάσκων, ἢ καὶ ὡς ἄλλως τὴν ἐπὶ τῷ λοιδορεῖσθαι φιλεῖν ὑπόληψιν παραιτούμενος· πρᾶγμα γὰρ λέγων οὐ διεψευσμένον ὁρᾶται· Ἔστω τοίνυν, φησὶ, τοὺς ἐμοὺς ὅτι παρακρούεσθε λόγους, καρτερήσω καὶ ἀπειθούμενος· καταδέξασθε Μωυσέα τὸν ἑαυτῶν· δότε τῷ παρ' ὑμῶν θαυμαζομένῳ τὴν πίστιν, καὶ γνώσεσθε πάντως, ὃν οὐκ εἰδότες ἀτιμάζετε· ἀναῤῥήξατε τοὺς τύπους ὠδίνοντας τὴν ἀλήθειαν. ἐγὼ γὰρ ἐν τοῖς ἐκείνου σκιαγραφοῦμαι βιβλίοις. οὐκοῦν καὶ αὐτὸς ὑμῶν κατηγορήσει, φησὶν, ὁ Μωυσῆς, ὅταν ἀπειθοῦντας ἴδῃ τοῖς περὶ ἐμοῦ συγγράμμασιν. Ἔδει μὲν οὖν ἴσως ἡμᾶς καὶ τὸν ἐν τοῖς προκειμένοις διερμηνεύσαντας νοῦν, ἰέναι πάλιν ἐπὶ τὰ ἐφεξῆς, ἐπιτρέψαντας τοῖς ὄντως φιλομαθέσιν ἀναζητεῖν τὰς ἐπὶ Χριστῷ διὰ Μωυσέως εἰκόνας. πλήρη μὲν γὰρ τῶν εἰρημένων τὰ ἐκείνου συγγράμματα, καὶ πολὺς ὁ λόγος ὁ παρ' αὐτῷ· δυσχερείας δ' οὖν ὅμως τῆς εἰς τὸ συνιέναι μεστὸς, λεπτῶν δὲ σφόδρα καὶ κεκρυμμένων θεωρημάτων ἀνάπλεως. ἵνα δὲ μὴ δοκῶμεν ὄκνῳ μὲν τὸ κρατεῖν ἐπιτρέψαι, ἱδρῶτα δὲ οὕτω τὸν ἀξιάγαστον οὐκ εὐλόγως ἀναδύεσθαι, περιτιθέντες ἁπλῶς τοῖς Μωυσαϊκοῖς συγγράμμασι τὴν δυσχέρειαν, ἑαυτοὺς καὶ πρὸς τοῦτο καθήσομεν, τὸ γεγραμμένον εἰδότες "Κύριος