Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.40
Not analysed yet
μενος· ἢ εἴπερ ἐκεῖνός ἐστιν ἐν ἀκαταλήπτοις καὶ ἀνεκμετρήτοις ὁ Πατὴρ ἀγαθοῖς, καὶ πολὺ τὸ τῆς ἡμετέρας διανοίας ἀνατρέχουσι μέτρον, πόθεν ἐλάττονα λέγουσι τὸν Υἱὸν οἱ πάντα τολμῶντες ἑτοίμως Ἀρειανοὶ, πρὸς ἀνατροπὴν τοῦ προσόντος αὐτῷ κατὰ φύσιν ἀξιώματος; ἐλέγχεται γὰρ ἀντιπαραθέσει τῇ πρὸς τὸ μεῖζον τὸ ἔλαττον, οὐκ ἐκμετρουμένης δὲ τῆς ἀξίας τοῦ Πατρὸς, ποία δεῖξις ἐν Υἱῷ τοῦ μειονεκτήματος; Ἄλλο. Ἐπὶ τῇ βδελυρίᾳ τῶν ἀνοσίων αἱρετικῶν, ἔξεστιν ὄντως εἰπεῖν ἀληθεύοντας "Οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι." πῶς γὰρ οὐκ ἂν εἶεν πάσης ἀμαθίας ἀνάπλεῳ, μὴ εἰδότες "μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται," καθάπερ ὁ Παῦλός φησιν; ὅτου δὲ δὴ χάριν ἐπισκήπτειν αὐτοῖς οἰόμεθα δεῖν, ἐκεῖνό ἐστιν. εἰ κατὰ ἀλήθειαν Θεὸν ἐκ Θεοῦ τοῦ Πατρὸς γεγεννῆσθαι λέγουσι τὸν Υἱὸν, καὶ οὕτω πιστεύουσι, πῶς ἐλάττων ἐστὶ τοῦ Πατρός; πολλὴ γὰρ ἐντεῦθεν ἀποτεχθήσεται λογισμῶν ἀτοπία, πανταχῆ τὸ δύσφημον ἔχουσα, καὶ ὅσαπερ ἄν τις καὶ μόνον ἀκοῦσαι παραιτήσεται. εἰ γὰρ ὅλως Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς ἐπιδέξεται κατά τι γοῦν ἐφ' ἑαυτῷ τὸ ἔλαττον, ἀνάγκη λοιπὸν ἐννοεῖν, ὡς ἔστι τι τὸ μεῖζον Θεοῦ. οὐκοῦν οὐκ ἐν τελειότητι τῇ κατὰ πᾶν ὁτιοῦν ἡ τοῦ Πατρὸς οὐσία νοεῖται, κἂν ὑπάρχῃ φύσει Θεός· προκόψει δέ ποι καὶ αὐτὸς ἐπὶ τὸ μεῖζον, ἐλεγχόμενος, ὥσπερ ἐν εἰκόνι τῷ Υἱῷ, ὅτι πέρ ἐστι καὶ αὐτὸς τῆς τὸ ἔλαττον ἐπιδεχομένης οὐσίας. φορέσει δὲ αὐτὸ δυνάμει, καὶ εἰ μήπω πεφόρεκεν· ἐπεί περ τὰ δεκτικά τινος ὄντα, δέξεται πάντως καὶ τὰ ὧν ἐστι δεκτικὰ, καὶ καιροῦ καλοῦντος εἰς τὸ παθεῖν οὐ παραιτήσεται. ἀλλὰ πολλή τις ἐν τούτοις ἡ δυσφημία φαίνεται. οὔτε γὰρ προβήσεταί ποι πρὸς τὸ μεῖζον ὁ Πατὴρ, ἀλλ' οὐδὲ τὸ ἔλαττον ἐπιδέξεται, διὰ τὸ