Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.395
Not analysed yet
πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύετε; τὸ ἐν ἀμείνοσι κεῖσθαι τὰς ἐκείνου συγγραφὰς, ἢ ἐν οἷς ἂν εἶεν οἱ παρ' αὐτοῦ λόγοι, δίδωσί πως ἐννοεῖν· ἀλλ' αὐτὴ τοῦ πράγματος ἡ φύσις τῆς ἐσχάτης εὐηθείας ἀνάπλεων τὴν οὕτως ἀπίθανον ἐπιδείξει διάνοιαν. πῶς γὰρ ἂν νοοῖτο τὰ Μωυσέως γράμματα τῶν τοῦ Σωτῆρος διενεγκόντα ῥημάτων, ὅπου τύποι μὲν ἦσαν τὰ δι' ἐκείνου καὶ σκιαὶ, ἀλήθεια δὲ τὰ διὰ Χριστοῦ; καὶ μακρὸν μὲν ἦν ἴσως οὐ χαλεπὸν ἐπὶ τούτῳ δαπανῆσαι λόγον· τὰ δὲ λίαν ἐναργῆ καὶ οὐ θύραθεν, ἀλλ' ἐξ ἑαυτῶν τοὺς ἐλέγχους λαμβάνοντα, περιττὸν οἶμαι λέγειν, ὡς οὐκ ἂν ἔχοι κακῶς ἢ καλῶς. τί γὰρ ἄν τις τοῖς τοιούτοις ἐπιδιατρίψαι λεπτομυθῶν; καὶ τὰ μηδαμόθεν δυσχερῆ κατακερματίζων εἰς οὐκ εὐκαίρους πολυλογίας; Ἔχει τοίνυν τὸ διὰ τοῦ Σωτῆρος λεγόμενον τοιοῦτόν τινα νοῦν. εἰ νόμον, φησὶ, τὸν διὰ Μωυσέως ἔχοντες γεγραμμένον, ἄνω τε καὶ κάτω τὰ ἐκείνου μελετῶντες γράμματα παρ' οὐδὲν ποιεῖσθε τὴν ἐπ' αὐτοῖς παράβασιν, ἐκτόπῳ λήθῃ βαπτίζοντες τὸ πολλάκις ἀνεγνωσμένον, πῶς ἂν γένοισθε περὶ τοὺς ἐμοὺς εὐγνωμονέστεροι λόγους, ἢ πῶς ἂν ἑτοιμότεροί τε καὶ εὐπειθέστεροι πρὸς τὰς ἐμὰς ἀναφανεῖσθε φωνὰς, οὐ πολλάκις οὐδὲ ἀεὶ προσεδρεύοντες, ἀλλ' ὡς ἐκ παραδρομῆς ἀκροώμενοι, καὶ μόνον ἅπαξ ἔσθ' ὅτε ταῖς τοῦ σώματος ἀκοαῖς εἰσοικίζοντες; ἢ γὰρ κατὰ τὸ σχῆμα τόδε τοῖς εἰρημένοις προσβαλεῖς, ἢ ἑτέρως ἐπαθρήσεις· χρηστομαθὴς γὰρ λίαν ἡ ἐν τούτοις περιεργία καὶ ζήτησις. οὐκοῦν τὰ μὲν Μωυσέως γράμματα, παιδαγωγίαν τινὰ καὶ τὸν διὰ τύπου σχηματισμὸν τῶν ἐπὶ Χριστῷ μυστηρίων εἰσφέρει, καὶ οἱονεὶ στοιχεῖά τινα τῆς περὶ αὐτοῦ γνώσεως, τὰ ἐν ἐκείνῳ σκιαγραφούμενα, ἃ καὶ διὰ τῶν ἤδη προεξητασμένων πλατύτερον ἐπεδείξαμεν. τέλος δὲ παιδεύσεως νομικῆς ὁ Χριστὸς, κατὰ