Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.41
Not analysed yet
εἶναι κατὰ φύσιν Θεός. οὐκοῦν τὸ ἔλαττον οὐδὲ ὁ Υἱὸς ἐφ' ἑαυτῷ καταδέξεται, Θεὸς καὶ αὐτὸς ὑπάρχων κατὰ φύσιν, ἵνα μὴ τῆς ἀνωτάτω πασῶν οὐσίας κατηγόρημα νοοῖτο, τὸ ἐξ ἀμαθίας τῶν αἱρετικῶν ἐπινοηθὲν ῥημάτιον. Ἄλλο. Εἰ Υἱὸς κατὰ φύσιν ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ Λόγος ἐλάττων ἐστὶν αὐτοῦ, ἢ κατὰ τὸν τῆς θεοπρεποῦς ἀξίας λόγον, ἢ ὡς κατὰ φύσιν οὐκ ἔχων ἀπαραλλάκτως, ἢ κατά τι γοῦν τῶν ἐν τοῖς μειονεκτήμασι τρόπων, οὐκ αὐτοῦ τοσοῦτον ἔσται τὸ κατηγόρημα μᾶλλον, ὅσον τῆς οὐσίας ἐξ ἧς εἶναι πεπίστευται, εἴπερ ὅλως τὸ ἔλαττον, ἤτοι τὸ χεῖρον, ὡς πρὸς αὐτὴν ἀπογεννῶσα φαίνεται, καίτοι τῆς γενητῆς καὶ πεποιημένης κτίσεως οὐκ ἀνεχομένης τοῦτο παθεῖν. τίκτει γὰρ πάντως τὸ ὅμοιον ἑαυτῷ πᾶν ὅπερ ἐστὶ καρπογόνον. εἰ δὲ ἄνω παντὸς κεῖσθαι πάθους τὴν θείαν τοῦ Πατρὸς ἐροῦσι φύσιν, ἔξω δηλονότι καὶ τῆς ἐπὶ τοῦτο κατηγορίας κείσεται, ὡς δὲ ἀρχέτυπος οὖσα τῶν ἐν ἡμῖν ἀγαθῶν, οὐκ ἐλάττονα τὸν Υἱὸν ἀποτέξεται, ἀλλ' ἴσον τε καὶ ὁμοούσιον, ἵνα μὴ καὶ ἡμῶν ἀπολιμπάνηται Θεὸς ὁ τοσοῦτον ὑπὲρ ἡμᾶς. Ἄλλο διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Ἴσον ἑαυτὸν ἐπιδεικνύων τῷ Θεῷ καὶ Πατρὶ φησί που Χριστὸς πρὸς τοὺς οἰκείους μαθητάς "Ὁ ἑωρακὼς ἐμὲ, "ἑώρακε τὸν Πατέρα." εἶτα πῶς ὁ κατὰ φύσιν τοιοῦτος, οὕτω τε ὑπάρχων ὡς αὐτὸς ἀληθεύων διισχυρίζεται, τὸ ἔλαττον ἕξει κατὰ τὴν τινῶν ἀβουλίαν; εἰ γὰρ ὑπάρχων ἐλάττων ἐν ἑαυτῷ δεικνύει τὸν Πατέρα, μηδεμιᾶς μεσολαβούσης παραλλαγῆς, ἐπὶ τὸν Πατέρα τὸ ἔλαττον ἀναβήσεται, ὡς ἐν ἀμεταποιήτῳ φαινόμενον εἰκόνι τῷ Υἱῷ. ἀλλὰ