Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.401
Not analysed yet
ὀργαῖς, καὶ τὸ θράσος τῆς καθ' ἑαυτῶν πλεονεξίας ὑποτεμνόμεθα, ὠφελοῦντες μᾶλλον τοὺς οἵπερ ἂν γένοιντο περὶ ἡμᾶς οὐκ ἀγαθοὶ, καὶ ἀδίκως, ἤπερ ὠφελούμενοι, ὅπερ ἐστὶν ἐναργῶς, μὴ τὰ ἑαυτῶν ζητοῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων. ἔργον οὖν ἀγάπης, τὸ τοῖς ἐθελοκακοῦσι μὴ ἀντεγείρεσθαι πάντως, μηδὲ ἀποκεχρημένους τῷ δύνασθαι πάσχειν οὐδὲν κἂν παρόντες ἁλισκώμεθα, δριμύτερον ὥσπερ ἐν ἐκείνοις ἀπεργάζεσθαι τὸν θυμὸν, πλεονεκτεῖν οὐκ ἔχοντα τοῦ μισουμένου τὴν δύναμιν· ἡ τοίνυν ἀγάπη, φησὶ καθάπερ ὁ Παῦλος, "οὐ ζητεῖ τὰ ἑαυτῆς," ἥπερ ἦν ἐν Χριστῷ καθαρῶς. Ὀξὺ δὲ δὴ πάλιν ἐνερείσας τοῖς γεγραμμένοις τῆς διανοίας τὸ ὄμμα, θαυμάσεις ἀρίστην εὑρίσκων οἰκονομίαν ἐν ταῖς τοῦ Σωτῆρος ἡμῶν ἀποστάσεσι, ταῖς ἐκ τῶν Ἱεροσολύμων φημί. ἐξελαύνεται μὲν γὰρ ὑπὸ τῆς τῶν Ἰουδαίων ἀπονοίας πολλάκις, καταλύων δὲ παρὰ τοῖς ἀλλογενέσι, καὶ ἀνασώζεσθαί πως δοκεῖ παρ' ἐκείνοις, καὶ τῆς δεούσης ἀπολαύει τιμῆς· τὴν ἀμείνω ψῆφον τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ διὰ τούτου διδοὺς, καὶ τὸ μισόθεον τῶν ἐξ Ἰσραὴλ διὰ τῆς ἑτέρων εὐλαβείας ἐξελέγχεσθαι ποιῶν, καὶ τὸ ἐν ἐκείνοις ὠμὸν διὰ τῆς ἐν τούτοις ἡμερότητος ἐπιδεικνύων, ἵνα δὴ διὰ πάντων φαίνοιντο λοιπὸν κεχρεωστημένως ἤδη καὶ καλῶς τῆς εἰς τοὺς πατέρας ἐπαγγελίας ἐξωθούμενοι. ἀποπηδήσας δὲ τῶν Ἱεροσολύμων ὁ Κύριος, οὐκ εἰς μίαν τῶν περιοικίδων καταλύει πόλιν, οὐδὲ ἐν ταῖς ὁμόροις αὐλίζεται κώμαις, πέραν δὲ ἄπεισι τῆς θαλάσσης τῆς Τιβεριάδος, μονονουχὶ δι' ἐμφανεστάτου πράγματος ἀπειλῶν τοῖς ὅτι προσήκοι διώκειν αὐτὸν δυσσεβῶς ᾑρημένοις, ὅτι τοσοῦτον αὐτῶν ἀποστήσεται, καὶ παντὸς τοῦ ἔθνους ἑαυτὸν ἀπονοσφιεῖ, ὡς καὶ ἄβατον αὐτοῖς τρόπον τινὰ τῆς πρὸς αὐτὸν ἐπιστροφῆς κατασκευάσαι τὴν ὁδόν· βατὴ γὰρ οὐδαμῶς τοῖς ἀνθρώπων ποσὶν ἡ θάλασσα. τοιοῦτον δέ τι καὶ ἐν τοῖς ἐφεξῆς πρὸς αὐτούς που λέγων