Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.402
Not analysed yet
εὑρεθήσεται "Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε, καὶ ὅπου ἐγὼ "ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν." λειοτάτη μὲν γὰρ καὶ εὐπόρευτος καὶ οὐδὲν ἔχουσα τὸ τραχὺ τοῖς διὰ πίστεως πρὸς αὐτὸν ἰοῦσιν ἡ διὰ τῆς δικαιοσύνης ὁδὸς, ἐκτετραχυμένη δὲ καὶ ἀνάντης, μᾶλλον δὲ καὶ ἀδιόδευτος παντελῶς τοῖς παροργίζουσιν αὐτὸν, κατὰ τὸ εἰρημένον δι' ἑνὸς τῶν ἁγίων προφητῶν "Διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι "πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν "αὐταῖς." οὐκοῦν τὸ δυσήνυτον ὥσπερ, μᾶλλον δὲ καὶ ἀνήνυτον, τοῖς Ἰουδαίοις, τῆς ὡς ἐπ' αὐτὸν νοουμένης ὁδοῦ, τὸ μεταξὺ τῆς θαλάσσης κατασημαίνει διάστημα, ἐπεὶ καὶ τῆς δυσσεβούσης ψυχῆς ἀναφράττειν ἐπαγγέλλεται τὰς ὁδοὺς ἐν προφήταις ὁ Θεὸς λέγων "Διὰ τοῦτο ἰδοὺ ἐγὼ "φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι καὶ τὴν τρίβον αὐτῆς "οὐ μὴ εὕρῃ." ὅπερ οὖν ἐν ἐκείνοις ἐδήλουν οἱ σκόλοπες, τοῦτο καὶ ἐν τούτοις ἡ θάλασσα τῶν ἀφυλάκτως ἐμπαροινεῖν ἑλομένων τὸν ἐμπαροινηθέντα χωρίζουσα καὶ διιστῶσα τῶν οὐχ ὁσίων τὸν ὅσιον. Ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν ὡς ἐν ὠδῖσιν ὁ τύπος κεκρυμμένον ἔχειν μυστήριον. ὅτε γὰρ τῆς Αἰγυπτίων ἐξεπέμπετο χώρας ὁ Ἰσραὴλ, ἠκολούθει μὲν λίαν ἐκτεθηγμένος ὁ Φαραὼ, ἐπὶ δὲ ταῖς ἀδοκήτοις εὐπραγίαις τοῦ ἔθνους ἐξοιστρούμενος, τὰ ἐκ φθόνου καὶ λύπης ἀποτολμᾶν νόμῳ τῷ μάχης ἠπείγετο· ἠκολούθει δὲ, δύνασθαι παλινδρομεῖν εἰς δουλείαν ἀναγκάσειν οἰόμενος τοὺς ὀψὲ καὶ μόλις τῆς ὑπ' αὐτῷ θητείας ἐκδεδυκότας· ἀλλὰ διεβίβαζε μὲν τὸν λαὸν διὰ θαλάσσης μέσης Θεὸς, ὁ δὲ διώκων ἐντόνως καὶ χαλᾶσαι μὲν τὴν ὀργὴν μηδαμῶς ἀνεχόμενος, θεομαχεῖν δὲ παραλόγως ἀναπεπεισμένος ἐξ ἀκράτου θυμοῦ, κατὰ μέσην αὐτὴν πανστρατιᾷ κατεπνίγετο, διεσώζετο δὲ μόνος ὁ Ἰσραήλ.