Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.403
Not analysed yet
ἀλλ' ἡκέτω καὶ νῦν εἰς μέσον ἡμῖν ὁ τὰς τῶν Ἰουδαίων ἀπονοίας προαναθρηνήσας Μωυσῆς, καὶ λεγέτω πρὸς αὐτοὺς ἐπὶ ταῖς εἰς Χριστὸν ἀσεβείαις ἀγανακτῶν "Γενεὰ πονηρὰ "καὶ μοιχαλὶς, ταῦτα τῷ Κυρίῳ ἀνταποδίδοτε;" τὸν διενεγκόντα διὰ θαλάσσης μέσης καὶ κυμάτων σφοδρῶν πέραν ἐλαύνεις θαλάσσης, καὶ διώκων οὐκ ἐρυθριᾷς; σὸν οὖν ἄρα τὸ παθεῖν Ἰουδαῖε, σὲ καταπνίξει λοιπὸν ἡ θάλασσα· τῶν γὰρ καταδιωκόντων, οὐ τῶν διωκομένων, ὁ θάνατος, καὶ ἐν ἐκείνοις ἦν τότε, καὶ νῦν ἐπὶ Χριστοῦ καὶ τῶν ἀνοσίων Ἰουδαίων. ψάλλει δέ που καὶ ὁ θεσπέσιος ἡμῖν Δαυείδ "Μή με καταποντισάτω καταιγὶς ὕδατος, λέγων, μηδὲ κατα"πιέτω με βυθός·" τὸ παγχάλεπον τῆς Ἰουδαίων συναγωγῆς ὑπεμφαίνων ναυάγιον, καὶ τὸ σὺν ἐκείνοις ἐναποπνίγεσθαι τῷ τῆς ἀγνωσίας βυθῷ παραιτούμενος. ἀλλ' Αἰγυπτίοις μὲν καὶ τῷ παρ' ἐκείνοις κρατοῦντι, τότε περὶ σώματος ἐκ γῆς ὁ κίνδυνος ἦν, Ἰουδαῖοι δὲ παθόντες εἰς τὰ τιμιώτερα μειζόνως κολάζονται· ψυχῆς γὰρ ὑπομένουσι ζημίαν, ἀναλόγως τοῖς ἰδίοις κακουργήμασι τὰ ἐπίχειρα κομιζόμενοι. ἐκολάζετο μὲν γὰρ εὐλόγως ὁ Φαραὼ, πλεονεκτεῖν εἰς δουλείαν τὸ ἐλεύθερον ἐπιχειρῶν· τιμωρεῖται δὲ πάλιν ἐξ ἀντιστρόφου δικαίως ὁ Ἰσραὴλ τὴν ὑπὸ τῷ πάντων Δεσπότῃ δουλείαν οὐκ εἰσερχόμενος, ἀλλ' ὅπερ ἦν ὡς ἐν δυνάμει πλεονεξίας ἐκεῖνος αὐτῷ, τοῦτο καὶ αὐτὸς ἐκ πολλῆς ἀλαζονείας εἰς Θεὸν εὑρισκόμενος. Σημειωτέον δὲ, ὅτι τὴν Τιβεριάδος λίμνην θάλασσαν ἀποκαλεῖ, τοῖς τῆς θείας γραφῆς ἑπόμενος λόγοις· "τὰ γὰρ "συστήματα τῶν ὑδάτων θαλάσσας" ἐκάλεσεν ὁ Δημιουργός· ἀδιαφορεῖ δὲ πολλάκις καὶ ὁ παρὰ τοῖς ἔξω λόγος, ὡς καὶ λίμνην ἔσθ' ὅτε τὴν θάλασσαν ὀνομάζειν οὐ παραιτεῖσθαί τινας.